7
ωσπερ τοίνυν ὁ αἰσθητῶς περιτεμνόμενος περιαιρεῖ τι τοῦ ὑπηρετοῦντος γενέσει μέλους, ουτως ὁ πάντα λογισμὸν φίλον γενέσει τῆς νοήσεως ἐκβαλὼν τὴν καρδίαν περιτέτμηται. ταύτην τὴν περιτομὴν εχουσιν οἱ γνησίως ἀγαμίαν προτεθειμένοι μεριμνῶντες τὰ τοῦ κυρίου, ινα αὐτῷ ἀρέσωσιν. Αυτη ἡ περιτομὴ ὀγδόῃ ἡμέρᾳ κατορθοῦται· ὑπερβῆναι γὰρ δεῖ τῷ περιτεμνομένῳ τὸν ἐν εξ ἡμέραις κόσμον γεγενημένον, καὶ τοῦτό ἐστιν τὸ ἐν ἑβδόμῃ ἡμέρᾳ γενέσθαι ουσῃ ἀληθινῷ σαββάτῳ ἁγίῳ καὶ τρυφερῷ. καὶ ἐπεὶ οὐκ ἐπαρκεῖ πρὸς τελείαν μακαριότητα τὸ ἀργῆσαι τῶν κοσμικῶς γινομένων, δεῖ προσλαβεῖν τὴν μετὰ τὴν ἐν τῷ σαββάτῳ διαγωγὴν ὑπερκόσμιον κατάστασιν ουσαν ὀγδόην. ὁ πειραθῆναι ταύτης εχων πόθον οὐκ ἀγαπήσει τὸν κόσμον οὐδὲ τὰ ἐν αὐτῷ. Εἰς ταύτην τὴν πνευματικὴν νόησιν χειραγωγεῖ ἡμᾶς καὶ τὸ καταμιχθὲν τῇ προστάξει τῆς αἰσθητῆς περιτομῆς οὐ σῷζον τὸ ευλογον ἐπὶ ἱστορίας ψιλῆς μενόντων· Πᾶν, φησίν, αρσεν τῇ ὀγδόῃ ἡμέρᾳ περιτμηθήσεται. ἐπὶ παραβάσει τῶν ουτω προσταχθέντων ὁρίζεται ἀπειλὴ ἐξολοθρεύσεως κατὰ τοῦ μὴ περιτμηθέντος τῇ ὀγδόῃ ἡμέρᾳ παιδίου ἀλλ' οὐ κατὰ τῶν γονέων η τοῦ ἑτέρως ἀνατρέφοντος τὸ παιδίον· ἐδόκει γὰρ ευλογος ειναι ἡ ἀπειλή, εἰ κατά τινος τούτων ἐφέρετο, οὐκ ετι σῴζουσα τὸ ἀκόλουθον ἐπὶ ὀκταημέρου παιδίου ουπω τέως εχοντος τὸ πράττειν καὶ μάλιστα προθέσει τοῦ τηρεῖν ἐντολὴν θεοῦ. 32Ps 6,2 ̓Ελέγχεται θυμῷ, ου τὰ ἁμαρτήματα φανεροῦται, ἐπαχθείσης αὐτῷ κατὰ ἀνταπόδοσιν πικρᾶς καὶ ἐπιπόνου ἀγωγῆς, ὡς αυ ὁ ὑποπεσὼν τοῖς ὀργῇ θεοῦ ἐπαγομένοις συναίσθησιν λαμβάνων τῆς αἰτίας γενομένης κακίας τοῦ ταῦτα παθεῖν ἐν ὀργῇ παιδεύεται. ταύτῃ τῇ διανοίᾳ ειρηται πρὸς τοῦ εἰς αισθησιν ἀχθέντος ̓Οργὴν κυρίου ὑποίσω οτι ημαρτον αὐτῷ, εως ου δικαιῶσαι τὴν κρίσιν μου καὶ ἀποίσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς. οτ' αν γὰρ εἰς κατάστασιν ἀχθεὶς τοιαύτην γνῷ θεραπείας τρόπῳ ἐπῆχθαι αὐτῷ θεόθεν τὴν ὀργὴν, οὐκ ἀπαρέσκεται τέως ὑποκεῖσθαι αὐτῇ, εως δικαιωθῇ ἡ κρίσις τοῦ βοηθείας χάριν κρίναντος ουτως. οιδεν γὰρ οτι ἀνυσάσης τῆς ὀργῆς κατὰ τὴν πρόθεσιν τοῦ ἐπαγαγόντος ἐξαχθήσεται εἰς τὸ φῶς ὑπὸ θεοῦ, ἀποισθέντος ὑπ' αὐτοῦ τοῦ κρίματος. Εἰ τοίνυν τῶν ἐλεγχομένων καὶ παιδευομένων οἱ μὲν διὰ θυμοῦ καὶ ὀργῆς, οἱ δὲ λογικῇ διδασκαλίᾳ ὑφίστανται, ταῦτα περαιτητέα τὰ μετὰ πόνου εἰς ελεγχον καὶ παίδευσιν αγονται. οὐ γὰρ ετι πάντῃ ἑκούσιον ἡ ἐπὶ τούτοις μετάγνωσις, πολὺ τὸ ἑκούσιον ἐχούσης τῆς διὰ λόγου προσαγωγῆς ἐλέγχου καὶ παιδεύσεως. Τὰ πάντα, φησίν, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, γράφει Παῦλος. ὁ διὰ φωτὸς ελεγχος φανέρωσίς ἐστιν ἀποδείξεως τρόπῳ γινομένη οὐχ ἁμαρτωλῶν μόνων ἀλλὰ καὶ δικαίων, φωτίζοντος τοῦ θεοῦ τὰ κρυπτὰ τῶν ἁμαρτωλῶν (δι' αγνοιαν καὶ κακίαν σκότος ὠνομασμένων) καὶ φανεροῦντος τὰς βουλὰς τῶν καρδιῶν τῶν δικαίων. πλὴν εἰ καὶ ἐπίπονα ἐπάγει ὁ θυμὸς καὶ ἡ ὀργὴ τοῦ θεοῦ, ἀλλὰ προθέσει ἀγαθῇ ἐπὶ τῷ κωλῦσαι κακίαν καὶ ἀσέβειαν γίνεται. ἀμέλει ὁ τοῦ χρησίμου τῆς ὀργῆς καὶ τοῦ θυμοῦ πειραθεὶς εὐχαριστεῖ λέγων· Εὐλογήσω σε, κύριε, οτι ὠργίσθης μοι εἰς σωτηρίαν· ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. καὶ αὐτὸς ὁ θεὸς φανερῶν τὴν ἐγκεκρυμμένην ἀγαθότητα ἐν τῇ ὀργῇ αὐτοῦ φησὶν Οτ' αν ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι· ἐπιφέρει γὰρ αὐτὴν οὐκ ἐπὶ τῷ βλάψαι ἀνθρώπους, ἀλλ' ἀφανίσαι α προαιρετικῶς εσχον κακά. εἰ γὰρ καὶ ̓Αποκαλύπτεται ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἀλλά γε ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων ἐπάγεται, ινα ἀφανισθῇ ἀπ' αὐτῶν ἀδικία καὶ ἀσέβεια ας εσχον πρὶν πειραθῆναι ὀργῆς. Οτι δὲ οὐ πάθος θεοῦ ἐκ τούτων τῶν λέξεων παρίσταται, μανθάνομεν καὶ ἐκ τῶν Μωϋσέως πρὸς τὸν θεὸν λόγων φερομένων ουτως· ̓Απέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην. ειρηται δὲ τὰ ἐπίπονα τὰ καθαπτόμενα τῶν πονηρῶν ἐν τούτοις ὀργῇ θεοῦ κρίσει αὐτοῦ εἰς τοὺς ἀξίους ἐρχόμενα. οὐδὲ γὰρ ἡ