1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

7

ἐλέει καὶ οἰκτιρμοῖς. Χάριτί ἐστε σεσωσμένοι, βοᾷ ὁ θεῖος Ἀπόστολος· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται· καὶ πάλιν, Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρ τωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλ' ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Χάριτος τοίνυν καὶ φιλανθρωπίας ὁ στέφανος. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐκ προσώπου τῆς νύμφης βοᾷ· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με, ὡς νυμφίῳ περιέθηκέ με μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ· καὶ μετ' ὀλίγα, Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διά δημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Ταῦτα δὲ ἅπαντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα. Πίστιν γὰρ ἡ νύμφη προσ ενήνοχε μόνην. Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπι θυμίαν σου. Ἐπειδή ἐστιν ἐπιθυμία ψεκτὴ, ἣν καὶ ὁ θεῖος νόμος ἀπαγορεύει, καλῶς τὸ, Ἐν ἀγαθοῖς, προσ τέθεικε· τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ ∆εσπότης πληροῖ. Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζη τεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Αἰτεῖτε δὲ τὴν βασι λείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα ἐκ περισσοῦ προστεθήσεται ὑμῖν. Ἀνα καινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ταύτην δὲ πάλιν τὴν νεουργίαν ἡμῖν ὁ ∆εσπότης διὰ τοῦ παναγίου βαπτίσματος ἐδωρήσατο, καὶ τῆς ἁμαρτίας ἀποξύσας τὸ γῆρας, νέους ἀντὶ γεγηρακότων εἰργάσατο. Συνῳδὰ τού τοις διὰ Ἡσαΐου τοῦ προφήτου φησὶν ὁ Θεός· Οἱ δὲ ὑπομένοντες μεταλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί. Ἐπειδὴ γὰρ τοὺς θείους καὶ βασιλικοὺς δη μιουργηθέντες ἐδεξάμεθα χαρακτῆρας, εἶτα τούτους ἠμαυ ρώσαμέν τε καὶ διεφθείραμεν τοῖς παντοδαποῖς τῆς ἁμαρ τίας ἐπιτηδεύμασιν, ὑπισχνεῖται ἡμῖν ὁ προφητικὸς λόγος τὴν τῆς βασιλείας ἀνάκτησιν. Βασιλικὸς γὰρ οὗτος ὁ ὄρνις, καὶ τῶν πτηνῶν τὴν βασιλείαν πεπιστευμένος. ∆ιδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας τὸν τρόπον, ὥστε ἀνα καινίζεσθαι αὐτὴν τὸν παλαιὸν ἀποτιθεμένην ἄνθρωπον, τὸν δὲ νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν τοῦ κτί σαντος ἀναλαμβάνουσαν. Οὕτω δὲ, φησὶν, ἡ νεότης σου ἀνακαινισθήσεται, ὡς ἀεὶ παραμένειν ἐν τῷ νεάζειν ἐν τῇ ἀφθάρτῳ ζωῇ. Ἐπειδὴ ὁ ἀετὸς πάντων ὀρνέων ἐστὶ τὸ βασιλικώτατον καὶ ὑψιπετέστατον, μόνον δὲ ζῶον ἡλίου φωτὸς μαρμαρυγαῖς ἀντωπεῖν δυνατὸν, καὶ ἀτενὲς ἀφορᾷν αὐτῶν, εἰκότως τὴν ἀνανέωσιν τῆς ψυχῆς, καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανὸν πτῆσιν, τόν τε βίον αὐτῆς τὸν ἐν ἄκρῳ φωτὶ γενησόμενον, ἀετοῦ φύσει παρέβαλε. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, κρῖμα πᾶσι τοῖς ἀδι κουμένοις.

βʹ. Οὐ γὰρ διὰ τὰς δικαιοσύνας ἃς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀδικίας διαβόλου, τοῦ ἐχθροῦ τῆς ἀληθείας, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ' ἐκείνου δὲ τὴν δικαίαν ἐξενή νοχε ψῆφον. Ὡς γὰρ πατὴρ οἰκτίρμων καὶ μόνος ὢν ἀγαθὸς, τῶν καταδυναστευομένων ὑπὸ τοῦ Σατανᾶ λυ τρούμενος τὰς ψυχὰς ἐξ ἀδικίας καὶ τόκου, τὸ καθ' ἡμῶν ἄρας χειρόγραφον καὶ τῷ σταυρῷ προσηλώσας, ἀπέδει ξεν ἐλευθέρους. Τοῦτο γὰρ κατέχων ὁ διάβολος, ὑπο χρέους εἶχεν ἡμᾶς, δι' ὧν ἐπράττομεν, τοῦτο ποιήσαντας 55.643 ἡμᾶς. Τοῦτο τὸ κρῖμα πεποίηκεν ὁ Θεὸς ἀδικουμένοις ἡμῖν, διὰ τοῦ αἵματος τοῦ Υἱοῦ αὐτοῦ καθαρίσας ἡμᾶς ἀφ' ὧν τε ἠδικοῦμεν, καὶ ἠδικούμεθα παρὰ τοῦ διαβόλου. ∆ιόπερ ἡμᾶς καὶ ὁ Παῦλος ἐδίδαξεν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν. Τοῖς μὲν γὰρ ἀδικουμένοις ὁ Θεὸς ποιεῖ κρῖμα δι' εὐεργεσίας· τοῖς δὲ ἀδικοῦσι, διὰ κολάσεως, ὡς ἐκπίπτειν αὐτοὺς τῆς ἐπαγγελίας. Ἄδικοι γὰρ, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Ἐγνώρισε τὰς