Contents of Book VI.
§1. The sixth book shows that He Who came for man’s salvation was not a mere man, as Eunomius, falsely slandering him, affirmed that the great Basil had said, but the Only-begotten Son of God, putting on human flesh, and becoming a mediator between God and man, on Whom we believe, as subject to suffering in the flesh, but impassible in His Godhead; and demonstrates the calumny of Eunomius.
§2. Then he again mentions S. Peter’s word, “made,” and the passage in the Epistle to the Hebrews, which says that Jesus was made by God “an Apostle and High Priest”: and, after giving a sufficient answer to the charges brought against him by Eunomius, shows that Eunomius himself supports Basil’s arguments, and says that the Only-begotten Son, when He had put on the flesh, became Lord.
§3. He then gives a notable explanation of the saying of the Lord to Philip, “He that hath seen Me hath seen the Father;” and herein he excellently discusses the suffering of the Lord in His love to man, and the impassibility, creative power, and providence of the Father, and the composite nature of men, and their resolution into the elements of which they were composed.
§4. Then returning to the words of Peter, “God made Him Lord and Christ,” he skilfully explains it by many arguments, and herein shows Eunomius as an advocate of the orthodox doctrine, and concludes the book by showing that the Divine and Human names are applied, by reason of the commixture, to either Nature.
αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δείκνυσιν, ἀλλὰ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν σάρκα ἀνθρωπείαν ἐνδυσάμενον καὶ μεσίτην θεοῦ καὶ ἀνθρώπων γενόμενον, παθητὸν σαρκί, ἀπαθῆ τῇ θεότητι, πιστωσάμενος τὸν Εὐνόμιον συκοφάντην ἀπέδειξεν.
βʹ. Εἶτα πάλιν τῆς τοῦ Πέτρου μέμνηται φωνῆς τῆς Ἐποίησε, καὶ τῆς ἐκ τῆς πρὸς Ἑβραίους ἥ φησιν ἀπόστολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ θεοῦ γεγενῆσθαι, ἱκανῶς τε ὑπὲρ τῶν παρὰ Εὐνομίου ἐπαχθέντων αὐτῷ ἐγκλημάτων ἀπολογησάμενος αὐτὸν τὸν Εὐνόμιον συνηγοροῦντα τοῖς τοῦ μεγάλου ἀποδείκνυσι Βασιλείου λόγοις καὶ κύριον τὸν μονογενῆ υἱὸν σάρκα ἐνδυσάμενον γεγονέναι λέγοντα.
γʹ. Ἔπειτα τὸ πρὸς τὸν Φίλιππον ῥηθὲν παρὰ τοῦ κυρίου Ὁ ἑωρακὼς ἐμέ, τὸν ἐν τῷ ἀλλοιωθέντι σώματι ὄντα, ἑώρακε τὸν πατέρα, θαυμασίως διέξεισιν: ἐν ᾧ καὶ τὸ κατὰ τὸ φιλάνθρωπον πάθος τοῦ κυρίου καὶ τὸ τοῦ πατρὸς ἀπαθὲς δημιουργικόν τε καὶ προνοητικὸν καὶ τὴν τῶν ἀνθρώπων συμφυΐαν καὶ εἰς τὰ ἐξ ὧν συνετέθησαν ἀνάλυσιν παγκάλως διελήλυθεν.
δʹ. Εἶτα πάλιν τὴν παρὰ τοῦ Πέτρου ῥῆσιν ἀναλαβὼν ὅτι Κύριον καὶ Χριστὸν ὁ θεὸς αὐτὸν ἐποίησε, καὶ διὰ πολλῶν συλλογισμῶν ταύτην πανσόφως διασαφήσας ἐν ταύτῃ τὸν Εὐνόμιον τῷ ὀρθῷ συνηγοροῦντα δείκνυσι δόγματι: ἐν οἷς τά τε θεῖα καὶ ἀνθρώπινα ὀνόματα διὰ τὴν τῶν φύσεων ἀνάκρασιν ἑκατέρᾳ φύσει ἐφαρμόσας τὸν λόγον πληροῖ.