8
αὐτῶν ἦν μαθεῖν, ἔδει καὶ πλέον ἐνδιατρίβειν· εἰ δὲ ὅσον τὴν ἀσχημοσύνην αὐτῶν καὶ τὸν γέλωτα κατοπτεῦσαι, καὶ ταῦτα πλέον τοῦ δέοντος εἴρηται παρ' ἡμῶν. ∆ιὰ ταῦτα ἀφέντες τοὺς ἐκείνων μύθους, τῶν ἡμετέρων ἁψώμεθα δογμάτων, τῶν ἄνωθεν ἡμῖν κατενηνεγμένων διὰ τῆς γλώττης τούτου τοῦ ἁλιέως, τῶν μηδὲν ἐχόντων ἀνθρώπινον. Φέρε οὖν, αὐτὰς εἰς μέσον τὰς ῥήσεις ἀγάγωμεν, καὶ ὃ τὴν ἀρχὴν παρεκαλέσαμεν ὥστε μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, τοῦτο καὶ νῦν ὑπομνήσαντες. Τί οὖν ἀρχόμενος ὁ εὐαγγελιστὴς οὗτος εὐθέως φησίν; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Εἶδες παῤῥησίαν καὶ ἐξουσίαν ῥημάτων πολλήν; πῶς οὐδὲν ἀμφιβάλλων, οὐδὲ εἰκάζων, ἀλλὰ πάντα ἀποφαινόμενος φθέγγεται; Τοῦτο γάρ ἐστι διδασκάλου, τὸ μὴ περιφέρεσθαι ἐν οἷς ἂν λέγῃ. Εἰ γὰρ ὁ τοῖς ἄλλοις καθηγησόμενος ἑτέρου δεηθήσεται τοῦ στηρίξαι δυνησομένου μετὰ ἀσφαλείας αὐτὸν, οὐ τὴν τῶν διδασκάλων, ἀλλὰ τὴν τῶν μαθητῶν τάξιν ἐπέχειν ἂν εἴη δίκαιος. Εἰ δὲ λέγοι τις, Καὶ τί δήποτε τὸ πρῶτον αἴτιον ἀφεὶς, εὐθέως ἡμῖν περὶ τοῦ δευτέρου διείλεκται; τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον παραιτησόμεθα λέγειν· ἀριθμοῦ γὰρ τὸ Θεῖον ἀνώτερον καὶ χρόνων ἀκολουθίας. ∆ιὸ καὶ ταῦτα μὲν παρῃτησάμεθα· Πατέρα δὲ ὁμολογοῦμεν ἐξ οὐδενὸς ὄντα, καὶ Υἱὸν ἐκ Πατρὸς γεγεννημένον. δʹ. Ναὶ, φησί· τί δήποτ' οὖν τὸν Πατέρα ἀφεὶς περὶ τοῦ Υἱοῦ διαλέγεται; Ὅτι ἐκεῖνος μὲν δῆλος ἅπασιν ἦν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ' ὡς Θεός· ὁ δὲ Μονογενὴς ἠγνοεῖτο. ∆ιὸ εἰκότως τὴν περὶ τούτου γνῶσιν εὐθέως ἐκ προοιμίων ἔσπευσεν ἐνθεῖναι τοῖς οὐκ εἰδόσιν αὐτόν· ἄλλως τε οὐδὲ τὸν Πατέρα ἐν τοῖς περὶ τούτων λόγοις ἀπεσιώπησε. Καὶ θέα μοι τὴν σύνεσιν τὴν πνευματικήν. Οἶδε τοὺς ἀνθρώπους τὸ πρεσβύτερον καὶ τὸ πρὸ πάντων μάλιστα τιμῶντας καὶ τιθεμένους Θεόν. ∆ιὰ τοῦτο ἐντεῦ 59.34 θεν πρῶτον ποιεῖται τὴν ἀρχὴν, καὶ προϊὼν καὶ Θεόν φησιν εἶναι· καὶ οὐχ ὡς Πλάτων, τὸν μὲν νοῦν, τὸν δὲ ψυχὴν λέγων εἶναι· ταῦτα γὰρ πόῤῥω τῆς θείας καὶ ἀκηράτου φύσεως. Οὐδὲ γὰρ ἔχει τι κοινὸν πρὸς ἡμᾶς, ἀλλὰ ἀνακεχώρηκε τῆς πρὸς τὴν κτίσιν κοινωνίας, τῆς κατ' οὐσίαν λέγω, οὐ μὴν τῆς κατὰ τὴν σχέσιν. ∆ιά τοι τοῦτο καὶ Λόγον αὐτὸν ἐκάλεσεν. Ἐπειδὴ γὰρ μέλλει διδάσκειν, ὅτι οὗτος ὁ Λόγος μονογενής ἐστιν Υἱὸς τοῦ Θεοῦ, ἵνα μὴ παθητὴν ὑπολάβοι τις τὴν γέννησιν, προλαβὼν τῇ τοῦ Λόγου προσηγορίᾳ, πᾶσαν ἀναιρεῖ τὴν πονηρὰν ὑποψίαν, τό τε ἐξ αὐτοῦ τὸν Υἱὸν εἶναι δηλῶν, καὶ τὸ ἀπαθῶς. Ὁρᾷς ὅτι, ὅπερ εἶπον, οὐδὲ τὸν Πατέρα ἐν τοῖς περὶ τοῦ Υἱοῦ λόγοις ἀπεσιώπησεν; Εἰ δὲ οὐκ ἀρκεῖ ταῦτα τὰ ὑποδείγματα παραστῆσαι τὸ πᾶν, μὴ θαυμάσῃς. Περὶ Θεοῦ γὰρ ἡμῖν ὁ λόγος, ὃν οὔτε εἰπεῖν, οὔτε νοῆσαι κατ' ἀξίαν δυνατόν. ∆ιὸ καὶ οὗτος οὐσίας μὲν οὐδαμοῦ τίθησιν ὄνομα· οὐδὲ γὰρ δυνατὸν εἰπεῖν αὐτὸ ὅ τι ποτέ ἐστι τὴν οὐσίαν ὁ Θεός· πανταχοῦ δὲ ἡμῖν αὐτὸν ἀπὸ τῶν ἐνεργειῶν δηλοῖ. Τὸν δὲ Λόγον τοῦτον ἴδοι τις ἂν μικρὸν ὕστερον καὶ φῶς λεγόμενον, καὶ τὸ φῶς πάλιν ὀνομαζόμενον ζωήν. Οὐ ταύτης δὲ μόνον ἕνεκεν τῆς αἰτίας οὕτως ὠνόμασε αὐτόν· ἀλλὰ πρώτης μὲν ταύτης· δευτέρας δὲ, ἐπειδὴ τὰ τοῦ Πατρὸς ἡμῖν ἔμελλεν ἀπαγγέλλειν· Πάντα γὰρ, φησὶν, ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀνήγγειλα ὑμῖν. Καλεῖ δὲ αὐτὸν καὶ ζωὴν καὶ φῶς· τὸ γὰρ ἀπὸ τῆς γνώσεως φῶς ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἐντεῦθεν ζωήν. Καὶ ὅλως οὐκ ἔστιν ὄνομα ἓν ἀρκοῦν, οὐδὲ δύο καὶ τρία, οὐδὲ πλείω διδάξαι τὰ περὶ Θεοῦ· ἀλλ' ἀγαπητὸν διὰ πολλῶν γοῦν δυνηθῆναι κἂν ἀμυδρῶς περιδράξασθαι τῶν προσόντων αὐτῷ. Οὐχ ἁπλῶς δὲ αὐτὸν Λόγον εἴρηκεν, ἀλλὰ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, τῶν λοιπῶν αὐτὸν καὶ ταύτῃ χωρίζων. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι ἀπὸ τῶν οὐρανῶν φθέγγεται ἡμῖν ὁ εὐαγγελιστὴς οὗτος; Ὅρα γοῦν εὐθὺς ἐκ προοιμίων ποῦ τὴν ψυχὴν πτερώσας καὶ τὴν διάνοιαν ἀνήγαγε τῶν ἀκουόντων. Πάντων γὰρ τῶν αἰσθητῶν ἀνωτέρω στήσας αὐτὴν, πρὸ γῆς, πρὸ θαλάσσης, πρὸ οὐρανοῦ, καὶ ὑπὲρ τοὺς ἀγγέλους χειραγωγεῖ, καὶ ὑπεράνω τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ, καὶ ὑπὲρ τοὺς θρόνους, καὶ ὑπὲρ τὰς ἀρχὰς, καὶ ὑπὲρ τὰς ἐξουσίας, καὶ πάσης ἁπλῶς ἐπέκεινα