1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

8

ἀπαλλαττόμενος, τό τε διάδημα ἐπέθετο 96.1272 αὖθις, καὶ τῶν πραγμάτων ἐγκρατὴς ἦν, μόνος ἤδη τὴν ὅλην τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος. Ἐπεὶ οὖν ὁ Κωνστάντιος ἐκ ποδῶν ἦν, εἰς τοὺς ὑπολειπομένους, καὶ μάλιστα τῷ φθόνῳ τὴν αἰτίαν παρασχομένους τῆς ἀναιρέσεως Γάλλου, ἀνέψυχε τὸ ζέον τῆς ὀργῆς· καὶ αὐτίκα Εὐσέβιον μὲν τὸν πραιπόσιτον τῆς κεφαλῆς ἀφαιρεῖται, διότι τὴν ἀρχήν τε ἐφαίνετο ἐκ τῶν ἑαυτοῦ διαβολῶν τὸν ἅπαντα τῷ Γάλλῳ φόνον συγκερασάμενος. Παῦλον δὲ τὸν Σπανὸν εἰς τοὺς ὑπογραφέας τοῦ βασιλέως τελοῦντα πυρὶ παραδίδωσιν, ὡς πολλὰ δὴ μάλα τῷ Γάλλῳ ἐμπικρανάμενον. Τούτους μὲν ἀμφοτέρους εἰς τὴν Χαλκηδόνα διαπέμψας, ἐκεῖ τῇ οἰκείᾳ δίκῃ ὑπάγει ἑκάτερον· ἀνεῖλεν δὲ καὶ Γαυδέντιον στρατηγὸν τῆς Ἀφρικῆς, καὶ ἄλλους τινὰς, ὁπόσοι τι εἰς αὐτὸν πεπαρῳνήκεσαν. κβʹ. Ἀλλὰ τούτους μὲν διὰ γραμμάτων ἐκόλασεν· τὸν δὲ τοῦ Χριστοῦ μάρτυρα καὶ γενναῖον ἀθλητὴν Ἀρτέμιον αὐτὸς δι' ἑαυτοῦ ἐν Ἀντιοχείᾳ παρὼν καὶ παρόντα, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ἀπανθρώπως ἐκόλασεν, καὶ τῆς παρούσης αὐτὸν ἀπεγύμνωσεν ἐξουσίας, μὴ φέρων τὴν αὐτοῦ παῤῥησίαν καὶ ἔνστασιν. Ὁ γὰρ Ἰουλιανὸς, ὡς δεδήλωται, τὴν τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος, ἐσπούδαζε μάλιστα τὸν Ἑλληνισμὸν ἐπανορθοῦν. Πανταχοῦ τοίνυν γράμματα διαπεμπόμενος, ἐκέλευε τὰ τούτων τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾷν μετὰ πολλῆς σπουδῆς τε καὶ προθυμίας· καὶ ὅσας ὁ μέγας Κωνσταντῖνος ταῖς ἐκκλησίαις προσόδους ἀπένειμε καὶ ὁ τούτου υἱὸς Κωνστάντιος, ταύτας ἀφελὼν, τοῖς τῶν δαιμόνων ναοῖς ἀφιέρωσεν· ἀντ' ἐπισκόπων καὶ πρεσβυτέρων καὶ διακόνων καταστήσας ζακόρους, καὶ νεωκόρους, καὶ ῥάντας, καὶ θύτας, καὶ κανηφόρους, καὶ ὅσας ὁ Ἑλληνικὸς ὕθλος ἐπιφημίζει προσωνυμίας· ταῦτα μὲν οὖν καὶ ἕτερα διεπράττετο κατὰ τὴν Κωνσταντινούπολιν. κγʹ. Μετὰ δὲ ταῦτα μητρὸς αὐτοῦ ἀδελφὸν ἔχων Ἰουλιανὸν τοὔνομα, τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν ἀπαρνησάμενον διὰ τὴν ἐκείνου χάριν, καὶ πολλὴν ὑπὲρ τοῦ Ἑλληνισμοῦ προθυμίαν ἐπιδεικνύμενον, ἄρχοντα τῆς Ἑῴας ὃν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνισμὸν αὔξειν τε καὶ ἐπαίρειν, Ὁ δὲ ἀφικόμενος ἐν Ἀντιοχείᾳ, ἐπειρᾶτο μείζω τῶν ἐντεταλμένων τοῖς ἔργοις φαίνεσθαι, καὶ δὴ προσαιρεῖται μὲν πασῶν τῶν ἐκκλησιῶν ἅπαντα τὰ κειμήλια, ὅσα ἐν ἀργύρῳ τε καὶ χρυσῷ καὶ σηρικοῖς ὑφάσμασι διετέλει, ἀποκλείει δὲ καὶ τὰς ἐκκλησίας, τοῦ μή τινα εἰσφοιτᾷν ἐν αὐταῖς εὐχῆς ἕνεκα, κλεῖθρα καὶ μοχλοὺς τοῖς πυλῶσιν ἐπιβαλών. Καὶ ταῦτα μὲν κατὰ τὴν Ἀντιόχου πόλιν ὁ τῆς ἀνατολῆς ἄρχων εἰργάζετο. 96.1273 Ὁ δὲ βασιλεὺς Ἰουλιανὸς ἔτι κατὰ τὴν Κωνσταντινούπολιν διεῖλκέ τινα χρόνον, τὰ ἐν ταύτῃ κρατύνας εἰς ὅπερ ἐνομίζετο μάλιστα τῇ βασιλείᾳ συμφέρειν, καὶ ὅπως ὁ Ἑλληνισμὸς αὐτῷ πρὸς τὸ μεγαλειότερον ἐξαρθῇ σκοπῶν τε καὶ πραγματευόμενος· ἄρας οὖν ἐκ τῆς Κωνσταντινουπόλεως σὺν παντὶ τῷ στρατῷ τὴν ἐπὶ τῆς Συρίας ἐποιεῖτο ὁδόν. ∆ιελθὼν τοίνυν ἅπασαν τὴν Φρυγίαν, καὶ πρὸς τὴν ἐσχάτην αὐτῆς πόλιν τὸ καλούμενον Ἰκόνιον καταντήσας, ἐξέκλινε τὴν Ἰσαυρίαν καταλιπὼν, καὶ τὸν λεγόμενον Ταῦρον ὑπεραναβὰς, ἦλθεν ἐπὶ τὰς πόλεις τῆς Κιλικίας, καὶ τῷ σταθμῷ προσπελάσας τῷ ἐν Ἰσσῷ, αὐτοῦ κατασκηνοῖ, τὸν ἐκ Μακεδονίας Ἀλέξανδρον μιμησάμενος· αὐτόθι γὰρ κἀκεῖνος ἐν Ἰσσῷ τὸν πρὸς ∆αρεῖον τῶν Περσῶν βασιλέα συνεκρότησε πόλεμον, καὶ τοῦτον νικήσας, ἐπίσημον τὸν τόπον εἰργάσατο. Ἐκεῖθεν τὸν Ἰσσικὸν κόλπον διαπεράσας, ἦλθεν ἐν Ταρσοῖ τῇ πόλει· κἀκεῖθεν εἰς Ἀντιόχειαν θυμομαχὼν κατὰ τῶν Χριστιανῶν καὶ ἐπαπειλούμενος τὸ τούτων εἰς ἅπαν ἐξαλείφειν ὄνομα. κεʹ. Ἐλθόντι τοιγαροῦν τῷ τυράννῳ ἐν Ἀντιοχείᾳ τῇ πόλει καὶ πρὸς τοῖς