1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

8

νοσώδει εἶναι. 4.13 Τὰ μὲν οὖν ἀμφὶ τῷ Βούζῃ τῇδε ἐχώρησε. Βελισάριον δὲ βασιλεὺς, καίπερ οὐδενὸς τῶν κατηγορουμένων ἁλόντα, ἐγκειμένης τῆς βασιλίδος παραλύσας ἧς εἶχεν ἀρχῆς Μαρτῖνον ἀντ' αὐτοῦ τῆς ἑῴας στρατηγὸν κατεστήσατο, τούς τε Βελισαρίου δορυφόρους τε καὶ ὑπασπιστὰς, καὶ τῶν οἰκετῶν εἴ τι ἐν πολέμῳ δόκιμον ἦν, τῶν τε ἀρχόντων καὶ τῶν ἐν Παλατίῳ εὐνούχων 4.14 τισὶν ἐπέστειλε διαδάσασθαι. οἱ δὲ κλήρους ἐπ' ἐκείνοις ἐμβεβλημένοι αὐτοῖς ὅπλοις ἅπαντας ἐν σφίσιν αὐτοῖς διενείμαντο, ὥς πη κατατυχεῖν ἑκάστῳ συνέβη. 4.15 καὶ τῶν φίλων δὲ καὶ ἄλλως αὐτῷ τὰ πρότερα ὑπουργηκότων πολλοῖς ἀπεῖπε παρὰ Βελισάριον μηκέτι ἰέναι. 4.16 καὶ περιήρχετο πικρὸν θέαμα καὶ ἄπιστος ὄψις, Βελισάριος ἰδιώτης ἐν Βυζαντίῳ, σχεδόν τι μόνος, σύννους ἀεὶ καὶ σκυθρωπὸς καὶ τὸν ἐξ ἐπιβουλῆς ὀρρωδῶν 4.17 θάνατον. μαθοῦσα δὲ ἡ βασιλὶς πολλά οἱ ἐπὶ τῆς ἕω χρήματα εἶναι, πέμψασα τῶν ἐν Παλατίῳ εὐνούχων 4.18 τινὰ κεκόμισται πάντα. ἐτύγχανε δὲ ἡἈντωνίνα, ὥς μοι εἴρηται, τῷ μὲν ἀνδρὶ διάφορος γεγενημένη, τῇ δὲ βασιλίδι φιλτάτη καὶ ἀναγκαιοτάτη οὖσα ἐν τοῖς μάλιστα ἅτεἸωάννην ἔναγχος κατεργασαμένη τὸν Καππα4.19 δόκην. διὸ δὴ χαρίσασθαι ἡ βασιλὶς τῇἈντωνίνῃ βουλευσαμένη, ἅπαντα ἔπραττεν ὅπως ἐξαιτήσασθαί τε τὸν ἄνδρα ἡ γυνὴ καὶ ἀπὸ ξυμφορῶν τηλικῶνδε ῥύσασθαι δόξειε, ταύτῃ τε οὐ μόνον τῷ ταλαιπώρῳ ἐς τὸ παντελὲς καταλλαγῆναι συμβήσεται, ἀλλὰ καὶ διαρρήδην αὐτὸν ἅτε πρὸς αὐτῆς διασεσωσμένον αἰχμάλωτον ἀναρ4.20 πάσασθαι. ἐγένετο δὲ ὧδε. ἦλθε μέν ποτε Βελισάριος πρωῒ ἐς Παλάτιον, ᾗπερ εἰώθει, ξὺν ἀνθρώποις οἰκ4.21 τροῖς τε καὶ ὀλίγοις τισίν. οὐκ εὐμενῶν δὲ πειρασάμενος βασιλέως τε καὶ τῆς βασιλίδος, ἀλλὰ καὶ περιυβρισμένος ἐνταῦθα ὑπ' ἀνδρῶν μοχθηρῶν τε καὶ ἀγελαίων, οἴκαδε ἀμφὶ δείλην ὀψίαν ἀπιὼν ᾤχετο, συχνά τε περιστρεφόμενος ἐν τῇ ἀναχωρήσει ταύτῃ καὶ πανταχόσε περισκοπούμενος, ὁπόθεν ποτὲ προσιόντας αὐτῷ 4.22 τοὺς ἀπολλύντας ἴδοι. ξὺν ταύτῃ τε τῇ ὀρρωδίᾳ εἰς τὸ δωμάτιον ἀναβὰς ἐπὶ τῆς στιβάδος καθῆστο μόνος, γενναῖον μὲν οὐδὲν ἐννοῶν, οὐδὲ ὅτι ἀνὴρ ἐγεγόνει ἐν μνήμῃ ἔχων, ἱδρῶν δὲ ἀεὶ καὶ ἰλιγγιῶν καὶ ξὺν τρόμῳ πολλῷ ἀπορούμενος, φόβοις τε ἀνδραποδώδεσι καὶ μερίμναις ἀποκναιόμενος φιλοψύχοις τε καὶ ὅλως 4.23 ἀνάνδροις.Ἀντωνίνα δὲ ἅτε οὔτε τὰ πρασσόμενα ὅλως ἐπισταμένη οὔτε τι τῶν ἐσομένων καραδοκοῦσα περιπάτους ἐνταῦθα ἐποιεῖτο συχνοὺς ὀξυρεγμίαν σκη4.24 πτομένη· ἔτι γὰρ εἰς ἀλλήλους ὑπόπτως εἶχον. μεταξὺ δέ τις ἐκ Παλατίου, Κουαδρᾶτος ὄνομα, ἧκεν ἤδη δεδυκότος ἡλίου, τήν τε αὔλειον ὑπερβὰς ἐξαπιναίως παρὰ τὴν ἀνδρωνίτιδα ἔστη θύραν, φάσκων πρὸς τῆς 4.25 βασιλίδος ἐνταῦθα ἐστάλθαι. ὅπερ ἐπεὶ Βελισάριος ἤκουσε, χεῖρας καὶ πόδας ἐπὶ τῆς στιβάδος ἑλκύσας ὕπτιος ἔκειτο, πρὸς τὴν ἀναίρεσιν ἑτοιμότατος· οὕτως 4.26 ἅπαν αὐτὸν τὸ ἀρρενωπὸν ἀπελελοίπει. οὔπω τοίνυν ὁ Κουαδρᾶτος παρ' αὐτὸν εἰσελθὼν γράμματά οἱ τῆς 4.27 βασιλίδος ἐπέδειξεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ἃ μὲν «εἰργάσω ἡμᾶς, ὦ βέλτιστε, οἶσθα. ἐγὼ δὲ τὰ πολλὰ «ὀφείλουσα τῇ σῇ γυναικὶ, ταῦτα δὴ τὰ ἐγκλήματά σοι «ἀφεῖναι ξύμπαντα ἔγνωκα, ἐκείνῃ τὴν σὴν δωρουμένη 4.28 «ψυχήν. τὸ μὲν οὖν ἔνθεν σοι τὸ θαρσεῖν ὑπέρ τε «τῆς σωτηρίας καὶ τῶν χρημάτων περίεστιν· ὁποῖος δὲ «σὺ πρὸς αὐτὴν ἔσῃ διὰ τῶν πραχθησομένων εἰσόμεθα.» 4.29 ταῦτα ἐπεὶ Βελισάριος ἀνελέξατο, ἅμα μὲν ὑφ' ἡδονῆς ἐπὶ μέγα ἀρθεὶς, ἅμα δὲ καὶ τῷ παρόντι ἐπίδειξιν ἐθέλων ποιεῖσθαι τῆς γνώμης, ἀναστὰς εὐθὺς παρὰ 4.30 τῆς γυναικὸς τοὺς πόδας ἐπὶ στόμα πίπτει. καὶ χειρὶ μὲν ἑκατέρᾳ περιλαβὼν αὐτῆς ἄμφω τὰς κνήμας, τὴν δὲ γλῶσσαν ἀεὶ τῶν ταρσῶν τῆς γυναικὸς μεταβιβάζων, τοῦ μὲν βίου καὶ τῆς σωτηρίας αἰτίαν ἐκάλει, ἀνδράποδον δὲ αὐτῆς τὸ ἐνθένδε πιστὸν ὡμολόγει καὶ 4.31 οὐκ ἀνὴρ ἔσεσθαι. καὶ τῶν χρημάτων δὲ ἡ βασιλὶς ἐς τριάκοντα χρυσοῦ κεντηνάρια τῷ βασιλεῖ δοῦσα, τἄλλα Βελισαρίῳ ἀπέδοτο. 4.32 Τὰ μὲν οὖν ἀμφὶ Βελισαρίῳ τῷ στρατηγῷ τῇδε κεχωρήκει, ᾧπερ ἡ τύχη οὐ πολλῷ πρότερον Γελίμερά 4.33 τε καὶ Οὐίττιγιν