9
μὲν ᾠδή ἐστιν ἡ περὶ πρακτικῶν καὶ ἠθικῆς παιδεύσεως θεωρία, ψαλμὸς δὲ ᾠδῆς ἡ ἀναγκαίως ἐν τῷ θεωρεῖν τὴν ἀλήθειαν παραλαμβανομένη πρᾶξις· πολλὰ γὰρ πράττεται ὑπὲρ θεωρίας τῆς σοφίας, α ψαλμὸν ᾠδῆς οὐκ ἀπὸ σκοποῦ τις ἐρεῖ. τούτων ωδε θεωρουμένων, εἰκότως τὸν προκείμενον ψαλμὸν ᾳδει ὁ ∆αυὶδ πρακτικὸν οντα θεωρῶν περὶ ἑκάστου τῶν πραττομένων σοφῶς καὶ πάνυ θεοπρεπῶς, γνῶναι θέλων τί εκαστον δηλοῦται ἐκ τῶν ουτως αἰσθητῶς ἐπιτελουμένων. ̓Εκθετέον δὲ καὶ αὐτὰς τὰς τοῦ ψαλμοῦ λέξεις ουτως ἀρχομένας· Κύριε ὁ θεός μου κ.τ.λ. 40Ps 7,2-3 Τίς δὲ ουτος η ὁ εἰπὼν Σῴζων οὐκ εστιν πάρεξ ἐμοῦ, ὁ ἐληλυθὼς Ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, καὶ ∆οῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ἀντὶ πολλῶν· ταῦτα δὲ δηλοῖ, ὡς ὁ πατὴρ θεὸς ων σῴζει διὰ υἱοῦ θεοῦ λόγου οντος· οθεν οὐδὲ ἐν τοῖς προκειμένοις διαιρετέον τὴν θεότητα πατρὸς καὶ υἱοῦ, ὡς εδοξέ τισιν. 41Ps 7,7-8 Παρακαλῶ Κύριε, ἀναστάντα σε ἐν ὀργῇ ὑψηλὸν ἐν τοῖς πέρασιν τῶν ἐχθρῶν ὀφθῆναι· ουτω γὰρ τέλος εξει τὰ τῆς ἀδικίας, δι' ην ἐχθροί μου τυγχάνουσιν. δυνατὸν πέρατα ἐχθρῶν εἰπεῖν τὰς ἀλαζονείας καὶ ὑψαυχενίας αὐτῶν, ἐφ' ας φθάσαντες καὶ ειναι βέβαιοι ἐν αὐταῖς ἡγούμενοι ἐν τέλεσιν ἀρίστοις ειναι ἑαυτοὺς ὑπονοοῦσιν. οὐκ ἀμυντικοῦ ἡ εὐχή· Μὴ γὰρ ἀποδιδοὺς κακὰ ἀντὶ κακῶν, φειδὼ πρὸς τοὺς ἐχθροὺς οντας αὐτῷ εχων, ευχεται γνῶναι αὐτούς, ὡς θεὸς ὑψοῦται ἐν τοῖς πέρασιν αὐτῶν, ὀργῇ χρησάμενος οὐ κατὰ τῆς οὐσίας αὐτῶν ἀλλ' ης εχουσιν χειρίστης προθέσεως. φερομένης δὲ γραφῆς ἐχούσης ̓Εν τοῖς πέρασι τῶν ἐχθρῶν μου, φανεροῦται ὡς οἱ τοῦ ἁγίου καὶ θεοῦ τυγχάνουσιν ἐχθροί. 42Ps 7,9 Μονονουχὶ κατὰ τὴν ἀκακίαν καὶ δικαιοσύνην τὴν ἐμὴν ἐπάγαγέ σου τὸ κρίμα· ουτω γὰρ καὶ δικαιωθήσομαι, ἀδικίας οὐχ εὑρισκομένης ἐν ταῖς πράξεσίν μου. ἀκακίαν δὲ ἐν τούτοις, φησίν, οὐ τὴν εὐήθειαν ἐκληπτέον κατὰ τὸ γεγραμμένον Ακακος πιστεύει παντὶ λόγῳ, ἀλλὰ τὴν ἁπλότητα τὴν δόλου καθαρεύουσαν, καθ' ο σημαινόμενον ειρηται πρὸς τὸν θεὸν ὑπὸ τοῦ ἁγίου ̓Εμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ τὸ ̓Εν ἀκακίᾳ μου ἐπορεύθην. Φερομένου εν τισιν ἀντιγράφοις Κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου, ἐξηγητέον τὴν λέξιν ουτως· εστιν τις δικαιοσύνη θεοῦ ἀνθρώποις ἐφικτή, διαστελλομένη πρὸς δικαιοσύνην ὑποδεεστέραν. Παῦλος γοῦν περὶ τῆς διαφορᾶς τούτων γράφων περὶ ̓Ιουδαίων Μαρτυρῶ γὰρ αὐτοῖς, εφη, οτι ζῆλον θεοῦ εχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν θέλοντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν. θεοῦ δὲ δικαιοσύνην λέγων τὴν εἰς πάντας τοὺς πιστεύοντας διὰ ̓Ιησοῦ Χριστοῦ γινομένην, ην καὶ αὐτὸς εσχεν ποθήσας, λέγει πάντα ἀποπεπέμφθαι δι' α ἰουδαϊκῶς δίκαιος ὑπῆρχεν, ινα εὑρεθῇ τὴν ἐκ θεοῦ διὰ πίστεως δικαιοσύνην εχων καὶ μὴ τὴν ἑαυτοῦ. ταύτην καὶ τοῖς μαθηταῖς ὑπαρχθῆναι ὁ ̓Ιησοῦς θέλων ειπεν πρὸς αὐτοὺς ̓Εὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ταύτης τῆς διαστολῆς ουσης ἀνθρωπίνης δικαιοσύνης καὶ τῆς τοῦ θεοῦ, κατὰ τὴν τοῦ δεσπότου βούλεται κριθῆναι, εἰδὼς ὡς ̓Αποβήσεται αὐτῷ εἰς σωτηρίαν τὸ ουτω κριθῆναι. 43Ps 7,10-11 ̓Επὶ θεοῦ τὸ ἐξετάζειν καὶ ἐρευνᾶν καρδίας, οὐ τὸ ζητεῖν καὶ ἀνιχνεύειν δηλοῖ, ἀλλὰ τὸ παντελῆ κατάληψιν εχειν· γνώστης γὰρ τῶν κρυπτῶν ἐστιν, καὶ πᾶς νοῦς αὐτῷ πεφανέρωται. Νεφροὺς δὲ οὐ τοὺς σωματικοὺς ἀκούειν δεῖ, ἀλλὰ ψυχῆς νοητικὰς δυνάμεις ὁμωνύμως τοῖς σωματικοῖς καλουμένας. παρίσταται τοῦτο ἐκ πλειόνων γραφῶν, ων μία ἐστὶν ἡ ̓Εγγὺς ει τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν. ειρηται τοῦτο περὶ φαύλων ἀνθρώπων, λόγῳ μὲν ὁμολογούντων θεὸν ειναι, οὐκ ἐχόντων δὲ αὐτὸν ἐν διανοήσει. ∆ικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. δυνάμει τοῦτο διδάσκει, εἰ τοὺς εὐθεῖς τῇ καρδίᾳ σῴζει. ἀπαιτῶ δὲ δικαίαν βοήθειαν