9
κτίσεως ὁδοιπορεῖν ἀναπείθει. Τί οὖν; ἆρα πρὸς τοσοῦτον ἀναγαγὼν ὕψος, ἐνταῦθα γοῦν ἡμᾶς στῆσαι ἴσχυσεν; Οὐδαμῶς· ἀλλ' ὥσπερ εἴ τις τὸν ἑστῶτα παρ' αἰγιαλὸν, καὶ βλέποντα πόλεις, καὶ ἀκτὰς, καὶ λιμένας, ἐπειδὰν εἰς μέσον ἀγάγῃ πελάγους, τῶν μὲν προτέρων ἀπέστησεν, οὐ μὴν ἔστησέ που τὸ ὄμμα αὐτῷ, ἀλλ' εἰς ἄπειρον ἤγαγε θεωρίαν· οὕτω καὶ ὁ εὐαγγελιστὴς πάσης ἡμᾶς ἀνωτέρω τῆς κτίσεως ἀγαγὼν, καὶ πρὸς τοὺς ἀνωτέρω ταύτης παραπέμψας αἰῶνας, μετέωρον τὸ ὄμμα ἀφίησιν, οὐ διδοὺς ἐπιλαβέσθαι τινὸς τέλους εἰς τὸ ἄνω, ἐπειδὴ μηδέ ἐστιν. Ἀνελθὼν γὰρ εἰς ἀρχὴν ὁ λόγος, ζητεῖ ποίαν ἀρχήν· εἶτα τὸ Ἦν εὑρίσκων, ἀεὶ φθάνων αὐτοῦ τὴν διάνοιαν, οὐκ ἔχει ποῦ στῆσαι τὸν λογισμὸν, ἀλλ' ἀτενὲς ἐνορῶν καὶ μηδαμοῦ λῆξαι δυνάμενος, ἀποκαμὼν ὑποστρέφει πάλιν ἐπὶ τὰ κάτω. Τὸ γὰρ, Ἐν ἀρχῇ ἦν, οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τοῦ εἶναι ἀεὶ δηλωτικὸν, καὶ ἀπείρως εἶναι. Εἶδες φιλοσοφίαν ἀληθῆ καὶ δόγματα θεῖα, οὐχ οἷα τῶν Ἑλλήνων, χρόνους τιθέντων, καὶ τοὺς μὲν πρεσβυτέρους, τοὺς δὲ νεωτέρους εἶναι λεγόντων θεούς; Ἀλλ' οὐδὲν τοιοῦτον παρ' ἡμῖν. Εἰ γὰρ Θεὸς 59.35 ἔστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐδὲν πρὸ αὐτοῦ· εἰ ∆ημιουργὸς πάντων, πρῶτος αὐτός· εἰ ∆εσπότης καὶ Κύριος ἁπάντων, πάντα μετ' αὐτὸν, καὶ κτίσματα καὶ αἰῶνες. Ἐβουλόμην καὶ εἰς ἀγῶνας καθιέναι ἑτέρους· ἀλλ' ἴσως ἀπέκαμεν ἡμῖν ἡ διάνοια. ∆ιὸ παραινέσας ἐκεῖνα, ἅπερ ἐστὶν ὑμῖν καὶ πρὸς τὴν τῶν εἰρημένων, καὶ πρὸς τὴν τῶν λεχθησομένων ἀκρόασιν χρήσιμα, πάλιν σιγήσομαι. Τίνα δὴ οὖν ταῦτά ἐστιν; Οἶδα πολλοὺς ἰλιγγιάσαντας πρὸς τὸ τῶν λεχθέντων μῆκος. Τοῦτο δὲ γίνεται, ὅταν ἡ ψυχὴ πολλοῖς φορτίοις βαρύνηται βιωτικοῖς. Καθάπερ γὰρ τὸ ὄμμα, ὅταν μὲν καθαρὸν ᾖ καὶ διαυγὲς, ὀξυδερκές τέ ἐστι, καὶ οὐκ ἂν ἀποκάμοι ῥᾳδίως καὶ τὰ λεπτότατα σώματα καταμανθάνον, ἐπειδὰν δὲ χυμοῦ τινος ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεύσαντος πονηροῦ, ἢ κάτωθεν λιγνύος καπνώδους ἀνενεχθείσης, πυκνή τις πρὸ τῆς κόρης γένηται νεφέλη, οὐδὲν οὐδὲ τῶν παχυτέρων σαφῶς ἀφίησι συνιδεῖν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γίνεσθαι πέφυκεν. Ὅταν μὲν γὰρ ἐκκεκαθαρμένη τυγχάνῃ, καὶ μηδὲν ἔχῃ πάθος ἐνοχλοῦν, ἀτενὲς ἐνορᾷ πρὸς ἅπερ ἐνορᾷν χρή· ὅταν δὲ πολλοῖς ἐπιθολωθεῖσα πάθεσιν, ἀπολέσῃ τὴν ἑαυτῆς ἀρετὴν, πρὸς οὐδὲν τῶν ὑψηλῶν ἀρκέσαι δύναται ῥᾳδίως, ἀλλὰ ἀποκάμνει ταχέως καὶ ἀναπίπτει, καὶ πρὸς ὕπνον ἀποκλίνασα καὶ ῥᾳθυμίαν, τὰ πρὸς ἀρετὴν καὶ ζωὴν τὴν ἐκ ταύτης αὐτῇ διαφέροντα παραπέμπεται, καὶ οὐ προσίεται μετὰ προθυμίας πολλῆς. εʹ. Ὅπερ ἵνα μὴ καὶ ὑμεῖς πάθητε (οὐ γὰρ παύσομαι ταῦτα ἀεὶ παραινῶν), ἐπιῤῥώσατε ὑμῶν τὴν διάνοιαν, ἵνα μὴ τὰ αὐτὰ ἀκούσητε, ἅπερ οἱ πιστοὶ τῶν Ἑβραίων παρὰ Παύλου. Καὶ γὰρ ἐκείνοις πολὺν ἔφησε τὸν λόγον γεγενῆσθαι, καὶ δυσερμήνευτον, οὐκ ἐπειδὴ φύσει τοιοῦτος ἦν, ἀλλ' ἐπειδὴ, φησὶν, ὑμεῖς Νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁ γὰρ ἀσθενὴς καὶ ἄῤῥωστος, καὶ ὑπὸ τῆς βραχυλογίας ὡς ὑπὸ μακρηγορίας παρενοχλεῖσθαι πέφυκε, καὶ τὰ σαφῆ καὶ τὰ εὐδιάλυτα δυσκατάληπτα εἶναι νομίζει. Ἀλλὰ μηδεὶς ἔστω ἐνταῦθα τοιοῦτος· ἀλλὰ πᾶσαν ἀπελάσας φροντίδα βιωτικὴν, οὕτω τούτων ἀκουέτω τῶν δογμάτων. Ὅταν γὰρ ἐπιθυμία χρημάτων κατέχῃ τὸν ἀκροατὴν, οὐκ ἂν δύναιτο καὶ ἐπιθυμία κατασχεῖν ἀκροάσεως ὁμοίως, ἐπειδὴ μηδὲ ἀρκεῖ πολλαῖς ἐπιθυμίαις μία τυγχάνουσα ἡ ψυχὴ, ἀλλ' ἡ ἑτέρα τῇ ἑτέρᾳ λυμαίνεται, καὶ σχιζομένη ἀσθενεστέρα γίνεται, ἐπικρατούσης τῆς ἑτέρας καὶ τὸ πᾶν εἰς ἑαυτὴν δαπανώσης. Τοῦτο καὶ ἐπὶ παίδων συμβαίνειν εἴωθεν. Ὅταν μὲν γὰρ ἕνα τις ἔχῃ μόνον, μεθ' ὑπερβολῆς ἀγαπᾷ τὸν ἕνα· ὅταν δὲ πολλῶν γένηται παίδων πατὴρ, καὶ τὰ τῆς διαθέσεως διαιρεθέντα ἀσθενέστερα γίνεται. Εἰ δὲ ἔνθα φυσικὴ τυραννὶς καὶ δύναμις, καὶ συγγενῆ τὰ φιλούμενα, τοῦτο συμβαίνει· τί ἂν εἴποιμεν ἐπὶ τῆς κατὰ προαίρεσιν ἐπιθυμίας καὶ διαθέσεως, καὶ μάλιστα ὅταν οἱ ἔρωτες οὗτοι ἀπ' ἐναντίας ἀλλήλοις διακέωνται; Ἐναντίον γὰρ χρημάτων ἔρως ἔρωτι τοιαύτης ἀκροάσεως. Εἰς τὸν οὐρανὸν εἴσιμεν εἰσιόντες ἐνθάδε. Οὐ τῷ τόπῳ λέγω, ἀλλὰ τῇ διαθέσει· ἔνεστι γὰρ καὶ ἐπὶ γῆς ὄντα ἑστάναι ἐν οὐρανῷ, καὶ τὰ ἐκεῖ φαντάζεσθαι, καὶ τὰ ἐκεῖθεν