1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

9

φοβουμένους αὐτὸν οἰκτεί ρων εἰς υἱῶν ἔθετο τάξιν. Οὐδὲ γὰρ μισῶν κατεσκεύασεν, ἀλλ' ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώπων, ἃς κατὰ μόνας ἔπλασεν, οἶδε τί ἑκάστῳ συμφέρει· καὶ ὧν ἔχομεν δύναμίν τε καὶ ἀφορμὴν, ταῦτα δίδωσιν, ἐπὶ τῷ κατ' ἐνέρ γειαν ἔχοντας αὐτὰ υἱοὺς αὐτοῦ γενέσθαι. Λέγοι δ' ἂν καὶ ὡς πεῖραν ἔλαβε τοῦ πλάσματος ἡμῶν γενόμενος σὰρξ, καὶ φυσικὴν ἔσχε διάθεσιν, υἱοὺς ἡμᾶς λογισάμε νος. Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Οἶδε γὰρ ὁ ∆ημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν· οἶδε καὶ πόθεν διεπλάσθημεν, καὶ ποῦ πάλιν χωρήσομεν. Ὡς ἐν ἱκετείᾳ δὲ, τῶν ἐν ἡμῖν τὸ χεῖ ρον προτείνουσιν. Οὐ γὰρ τὸ πᾶν ἐσμεν χοῦς, ἀλλὰ καὶ κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν. Ὁ χοῦς οὖν ἐλεεινῶς δηλοῖ τὴν ἀσθένειαν. Ἄνθρωπος, ὡσεὶ χόρτος ἡ ἡμέ ρα αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Οὐδὲν χόρτου καὶ ἄνθους διενηνόχαμεν, ὃ ἐν ἔαρι μὲν τέθηλε, μετὰ δὲ βραχὺ μαραίνεταί τε καὶ διαῤῥεῖ· περὶ γὰρ τοῦ ἔξω πά λιν ὁ λόγος ἀνθρώπου. Κατὰ γὰρ τὴν ἔνυλον ζωὴν, καθ' ἥν ἐσμεν χοῦς, ἐφ' ἡμέρας τινὰς τὸν παρόντα παρεκτεί νοντες χρόνον, παραβαλλόμεθα χόρτῳ ξηραινομένῳ. Καὶ κατὰ τὸν Ἡσαΐαν γὰρ, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξ έπεσε· δι' ὧν τὰς δοκούσας ἀνθρώπων εὐημερίας παρ ίστησι, πλοῦτον, δόξαν, ἀξίας, ἃ δὴ χόρτου δίκην μα ραίνεται. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, Ὅτι πνεῦμα διέρχεται αὐτὸν, εἶτα οὐχ ὑπάρχει. Πνεῦμα δὲ τὴν ψυχὴν λέγει, ἧς παρούσης καὶ ζῇ τὸ σῶμα καὶ ἐνεργεῖ· ἀπο πτάσης δὲ, κατασβέννυταί τε καὶ φθείρεται, ὡς μηδὲ τοὺς προτέρους ἐπιγινώσκεσθαι χαρακτῆρας, μηδὲ εἰ δέναι, ὡς τοῦτο τοῦ δεῖνος, ἐκεῖνο δὲ τοῦ δεῖνος τὸ σῶμα. Καὶ τοῦτο ἴδοι τις ἂν ἀκριβέστερον, διακύψας εἰς τάφον. Πάντα γὰρ ὁμοίως φθορᾶς γίνεται παρανάλωμα, καὶ τοὺς προτέρους χαρακτῆρας οὐ διασώζει. Τὸ δὲ ἔλεος τοῦ Κυ ρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φο βουμένους αὐτόν· καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ με μνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Ἡ μὲν οὖν φύσις οὕτως ἐπίκηρος· ἡ δὲ θεία φιλανθρωπία τὸν μακραίωνα χαρίζεται βίον, καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντί δοσιν. Τοιγαροῦν διὰ τοὺς πατριάρχας τὸν ἐξ αὐτῶν φύντα μετὰ ταῦτα λαὸν τῆς κλήσεως καὶ τῆς οἰκείας ἐπισκοπῆς κατηξίωσεν. Ὅπερ διὰ Μωϋσέως ἐδήλωσε, λέγων· Μὴ εἴπῃς· ∆ιὰ τὰς δικαιοσύνας μου ἐξελέ ξατό με Κύριος· σὺ γὰρ λαὸς σκληροτράχηλος· ἀλλὰ διὰ τὸ ἀγαπᾷν τοὺς πατέρας σου. Νοήσεις δὲ καὶ ἄλλως υἱοὺς τῶν δικαίων ἀνδρῶν, τοὺς τῶν ἔργων αὐτῶν ζηλωτάς. Παρατείνει δὲ διὰ παντὸς τὸ ἔλεος αὐ τοῦ· ἀεὶ γὰρ ὡς φύσει ὢν ἀγαθὸς ἐλέους, τὴν σύζυγον ἔχων τῷ ἐλέῳ τούτῳ δικαιοσύνην ἐπὶ τοὺς φυλάσσοντας τὴν διαθήκην αὐτοῦ, ᾗ καὶ ἐνεγράφησαν δι' ἀρετῆς κλη ρονόμοι τῶν μελλουσῶν ἐπαγγελιῶν. Οὐ γὰρ ἁπλῶς μέ μνηνται τῶν ἐντολῶν, ἀλλὰ πράττουσιν, ἐφ' ᾧ καὶ δέδον ται· καὶ τοῦ Σωτῆρος εἰπόντος, Ὁ ἔχων τὰς ἐντολάς μου καὶ ποιῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Κληρονομεῖ δὲ τὰς ἐπαγγελίας οὐχ ὁ μεμνημένος, ἀλλ' ὁ ποιήσας τὰς ἐντολάς. Οὕτω τῷ Ἰοὺ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καίτοι μηδὲ τελείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον. Οὕτω τῷ θεσπεσίῳ ∆αυῒδ ἄσβε στον διετήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολ λῶν δυσσεβῶν ἐν μέσῳ βεβλαστηκότων. Τοῦτον δὲ, φησὶν, ὀρέξει τὸν ἔλεον Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐ τοῦ, καὶ οὐχ ἁπλῶς μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ' ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμίζουσι βίον. Κύριος ἐν τῷ οὐρανῷ ἡτοί μασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάν των δεσπόζει.