9
δορυαλώτους παρεδεδώκει. ἐκ παλαιοῦ δὲἸουστινιανόν τε καὶ Θεοδώραν πλοῦτος ὁ τούτου τοῦ ἀνδρὸς ἀκριβῶς ἔκνιζεν, ὑπέρογκός τε ὢν 4.34 καὶ βασιλικῆς αὐλῆς ἄξιος. ἔφασκόν τε ὡς τῶν δημοσίων χρημάτων Γελίμερός τε καὶ Οὐιττίγιδος τὸ πλεῖστον ἀποκρυψάμενος λάθρα ἔτυχε, μοῖραν δὲ αὐτῶν βραχεῖάν τέ τινα καὶ οὐδαμῆ ἀξιόλογον βασιλεῖ ἔδωκε. 4.35 πόνους δὲ τοὺς τοῦ ἀνθρώπου καὶ τῶν ἔξωθεν τὴν βλασφημίαν διαριθμούμενοι, ἅμα δὲ καὶ σκῆψιν ἀξιόχρεων ἐπ' αὐτῷ οὐδεμίαν κεκομισμένοι ἡσυχῆ ἔμενον. 4.36 τότε δὲ ἡ βασιλὶς αὐτοῦ λαβομένη κατωρρωδηκότος τε καὶ ἀποδειλιάσαντος ὅλως πράξει μιᾷ διεπράξατο ξυμ4.37 πάσης αὐτοῦ τῆς οὐσίας κυρία γενέσθαι. ἐς κῆδος γὰρ ἀλλήλοις ξυνηλθέτην εὐθὺς,Ἰωαννίνα τε ἡ Βελισαρίου θυγάτηρ, ἧσπερ μόνης ἐγεγόνει πατὴρ,Ἀναστασίῳ τῷ 4.38 τῆς βασιλίδος θυγατριδῷ μνηστὴ γέγονε. Βελισάριος μὲν οὖν ἀρχήν τε ἀπολαβεῖν τὴν οἰκείαν ἠξίου καὶ στρατηγὸς τῆς ἑῴας ἀποδειχθεὶς πάλιν ἐπὶ Χοσρόην καὶ Μήδους ἐξηγήσεσθαι τῷῬωμαίων στρατῷ,Ἀντωνίνα δὲ οὐδαμῶς εἴα· περιυβρίσθαι γὰρ ἐν τοῖς ἐκείνῃ χωρίοις πρὸς αὐτοῦ ἔφασκεν, ἅπερ οὐκέτι τὸ λοιπὸν ὄψεσθαι. 4.39 ∆ιὸ δὴ Βελισάριος ἄρχων τῶν βασιλικῶν καταστὰς ἱπποκόμων ἐς τὴνἸταλίαν τὸ δεύτερον ἐστάλη, ὁμολογήσας βασιλεῖ, ὥς φασι, χρήματα μήποτε αὐτὸν ἐν τῷδε τῷ πολέμῳ αἰτήσειν, ἀλλὰ ξύμπασαν αὐτὸς τὴν τοῦ πολέμου παρασκευὴν χρήμασιν οἰκείοις ποιήσεσθαι. 4.40 πάντες μὲν οὖν ὑπετόπαζον τά τε ἀμφὶ τῇ γυναικὶ ταύτῃ, ᾗπερ ἐρρήθη, Βελισάριον διοικήσασθαι καὶ βασιλεῖ ταῦτα ὁμολογῆσαι ἀμφὶ τῷ πολέμῳ ἃ δεδιήγηται, ἀπαλλαξείοντα τῆς ἐν Βυζαντίῳ διατριβῆς, ἐπειδάν τε τάχιστα τοῦ τῆς πόλεως περιβόλου ἐκτὸς γένηται, ἁρπάσεσθαί τε αὐτίκα τὰ ὅπλα καί τι γενναῖον καὶ ἀνδρὶ πρέπον ἐπί τε τῇ γυναικὶ καὶ τοῖς βιασαμένοις φρονή4.41 σειν. αὐτὸς δὲ πάντα τὰ ξυμπεσόντα ἐν ἀλογίᾳ πεποιημένος ὅρκων τε τῶν Φωτίῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ὀμωμοσμένων ἐν λήθῃ τε πολλῇ καὶ ὀλιγωρίᾳ γενόμενος εἵπετο τῇ γυναικὶ, καταστὰς ἐκτόπως εἰς αὐτὴν ἐρωτόληπτος, καὶ ταῦτα ἑξήκοντα ἤδη γεγονυῖαν ἔτη. 4.42 ἐπειδὴ μέντοι ἐνἸταλίᾳ ἐγένετο, εἰς ἡμέραν ἑκάστην ἀπ' ἐναντίας αὐτῷ τὰ πράγματα ἐχώρει, ἐπεί οἱ διαρρή4.43 δην τὰ ἐκ θεοῦ πολέμια ἦν. πρῶτον μέν γε τὰ τῷ 4.43 στρατηγῷ τούτῳ ἐν τοῖς ξυμπίπτουσιν ἐπί τε Θευδάτον καὶ Οὐίττιγιν βουλευόμενα, καίπερ οὐκ ἐπιτηδείως τοῖς πρασσομένοις δοκοῦντα ἔχειν, ἐς ξύμφορον ἐκ τοῦ ἐπὶ πλεῖστον ἐτελεύτα τέλος· ἐν δὲ τῷ ὑστέρῳ δόξαν μὲν ἀπήνεγκεν ὅτι δὴ τὰ βελτίω βεβούλευται ἅτε καὶ τῶν κατὰ τὸν πόλεμον τόνδε πραγμάτων γεγονὼς ἔμπειρος, ἀλλ' ἐν τοῖς ἀποβαίνουσι κακοτυχοῦντι τὰ πολλὰ ἐς 4.44 ἀβουλίας δόκησιν αὐτῷ ἀπεκρίθη. οὕτως ἄρα οὐκ ἀνθρώπων βουλαῖς, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαί4.45 νοντα, ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ ἀλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον, ταύτῃ δοκείτω. 5.1 Βελισάριος δὲ τὸ δεύτερον ἐνἸταλίᾳ γενόμενος αἴσχιστα ἐνθένδε ἀπήλλαξε· τῆς μὲν γὰρ γῆς ἐς πεντάετες ἀποβῆναι οὐδαμῆ ἴσχυσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅτι μὴ ἔνθα τι ὀχύρωμα ἦν. ναυτιλλόμενος δὲ πάντα τοῦτον τὸν χρόνον τὰ ἐπιθα5.2 λάσσια περιῄει. Τουτίλας δὲ λυσσῶν ἦν αὐτὸν ἔξω τείχους λαβεῖν, οὐ μέντοι εὗρεν, ἐπεὶ ὀρρωδίᾳ πολλῇ αὐτός τε καὶ ξύμπας ὁῬωμαίων στρατὸς εἴχετο. 5.3 διὸ δὴ οὔτε τῶν ἀπολωλότων τι ἀνεσώσατο, ἀλλὰ καὶῬώμην προσαπώλεσε καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα. 5.4 ἐγένετο δὲ φιλοχρήματος ἐν τούτῳ τῷ χρόνῳ πάντων μάλιστα καὶ κέρδους αἰσχροῦ ἐπιμελητὴς ἀκριβέστατος ἅτε οὐδὲν ἐκ βασιλέως κεκομισμένος,Ἰταλοὺς ἀμέλει σχεδὸν πάντας, οἵπερ ᾤκηντο ἐπί τεῬαβέννης καὶ Σικελίας, καὶ εἴ του ἄλλου κατατυχεῖν ἐν ἐξουσίᾳ ἔσχεν, ἐληΐσατο οὐδενὶ κόσμῳ, λογισμοὺς δῆθεν τῶν βεβιω5.5 μένων καταπραττόμενος. οὕτω γοῦν καὶἩρωδιανὸν μετιὼν χρήματα ᾔτει, ἅπαντα τῷ ἀνθρώπῳ ἐπανασείων.