10
παρ' αὐτοῦ ἐφ' ῃ σωθήσομαι· εὐθείαν καρδίαν εχω ἐκτὸς ουσαν παντὸς δόλου· διὸ καὶ ἐπὶ τῇ ἀκακίᾳ μου κριθῆναι δέομαι. 44 Ps 7,12-14 ∆έησιν προσενέγκας ἐπὶ τῷ συντελεσθῆναι τὴν πονηρίαν τῶν ἁμαρτωλῶν καὶ ὑψωθῆναι τὸν κύριον ἐπὶ τοῖς πέρασι τῶν ἐχθρῶν ἀναστάντα ἐν ὀργῇ δι' ἀγάπην τὴν πρὸς τοὺς πλησίον, οὐδένα βούλεται ἀκουσίως παθεῖν τὴν συντέλειαν τῆς πονηρίας ἀλλὰ γνώσει προαιρετικῇ γνόντας τὸν θεὸν κριτὴν τυγχάνοντα. εἰ δὲ κριτὴς δίκαιος ὁ θεός, φοβητέον τὸ ἁμαρτάνειν· εχομεν γὰρ τὸν λόγον πρὸς κριτὴν τὸ κρυπτὸν ὁρῶντα καὶ μηδὲν τῶν δρωμένων ἀγνοοῦντα. Ωσπερ δὲ κριτής, ουτω καὶ δίκαιός ἐστιν κατ' ἀξίαν ἐπάγων τὸ κρίμα τοῖς ὑπ' αὐτοῦ δικαζομένοις. κριτὴς δὲ ων δίκαιος καὶ ἰσχὺν εχει ωστ' ἀμελλητὶ δύνασθαι κολάζειν τοὺς πταίοντας. ει ποτ' ουν τις μὴ παρ' αὐτὰ δίκας εἰσπράττεται τῶν ἀσεβουμένων καὶ ἁμαρτανομένων, μακροθυμίᾳ τῇ ἐξ ἀγαθότητος τοῦ κριτοῦ γίνεται ὑπέρθεσις τῆς ἀνταποδόσεως· εἰ γὰρ δίκαιος κριτὴς καὶ ἰσχυρὸς ην μόνον, αρδην τὸ πᾶν ἀπώλλυτο, τῆς διανοίας τῶν ἀνθρώπων ἐπιρρεπῶς ἐχούσης πρὸς τὸ ἁμαρτάνειν, τῷ δὲ εχειν πρὸς τοῖς εἰρημένοις καὶ τὸ μακροθυμεῖν. ἀγαθὸς γὰρ οὐ καθ' ἑκάστην ἡμέραν ὀργὴν ἐπάγει, καίτοι ἑκάστοτε ἀσεβείας ουσης καὶ ἁμαρτημάτων γινομένων. μακροθυμεῖ δὲ οὐχ ινα ἐπιμένωμεν τῇ κακίᾳ ἀλλ' ινα καιρὸν καὶ τόπον μετανοίας εχωμεν· βούλεται γὰρ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ ινα ζῇ ὑπὲρ τὸν θάνατον ον δέχεται ἐπιμένων τῷ ἁμαρτάνειν, τὸ λεγόμενον ἀγνοῶν οτι Τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε αγει. Πλὴν εἰ καὶ μὴ ὀργὴν ἐπάγει καθ' ἑκάστην ἡμέραν δι' ὑπερβάλλουσαν ἀγαθότητά τε καὶ μακροθυμίαν, ἀλλά γε τοῖς ἐμμένουσι τῇ κακίᾳ διὰ βίου ἐπαχθήσεται ὀργὴ ἐν ἡμέρᾳ ὀργῆς τουτέστιν ἐν ἡμέρᾳ κρίσεως. ̓Εὰν γὰρ μὴ ἐπιστραφῆτε, φησίν, ἡδόμενοι τῷ ἐμμένειν τῇ ἁμαρτίᾳ, στιλβώσει τὴν ῥομφαίαν αὐτοῦ (ἀντὶ τοῦ ἀκονήσει). σὺν αὐτῇ δὲ καὶ τὸ τόξον αὐτοῦ εὐτρεπίσει, ἑτοιμάζων ἐν αὐτῇ σκεύη θανάτου, ἐξεργασάμενος ηδη τὰ τῶν κολάσεων βέλη κατὰ τῶν καιομένων ἐκ τῆς πυρώσεως τῶν παθῶν. πολλαχοῦ τῶν θείων παιδευμάτων εὑρίσκεται δηλουμένη ἡ κόλασις τῷ τῆς ῥομφαίας ὀνόματι. τὸ γὰρ ἐν Αμως τῷ προφήτῃ ουτως εχον ̓Εν ῥομφαίᾳ τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ, οὐκ αἰσθητὴν μάχαιραν σημαίνει· οὐ γὰρ ἐξ απαντος πάντες οἱ ἁμαρτωλοὶ σφαγῇ προχείρως νοουμένῃ ἀναιροῦνται· ου μὴ οντος ἀναγκαίου παρίσταται πάντας τοὺς ἁμαρτωλοὺς κολάσει τελευτᾶν παραδοθέντας ψυχῇ καὶ σώματι ἀπολέσθαι ἐν γεέννῃ. τὸ αὐτὸ δηλοῦται καὶ ἐν τῷ προφήτῃ Σοφονίᾳ, λέγοντος τοῦ θεοῦ· Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε, τῇ σαφηνισθείσῃ θεοῦ ῥομφαίᾳ παντὸς διὰ σκοτασμὸν τὸν ἐξ ἀγνοίας καὶ κακίας Αἰθίοπος προσαγορευομένου. φανερώτατα δ' ἐν ̓Εξόδῳ ἀντὶ ὠμοτάτης τιμωρίας ἡ ῥομφαία παρελήφθη· ενθα οἱ γραμματεῖς τῶν υἱῶν ̓Ισραὴλ οἱ ἐπὶ τῶν εργων τοῦ τυράννου, ὑπ' αὐτοῦ χειροτονηθέντες, πικροτάτῃ ἀπειλῇ καὶ θλίψει ὑποπεσόντες συντυχόντες Μωυσεῖ καὶ ̓Ααρὼν ελεγον ἐπαρώμενοι· Ιδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι· ἐβδελύξασθε γὰρ τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς. οὐ γὰρ τὴν ἐκ σιδήρου μάχαιραν ὑπειδόμενοι, ἀλλὰ τὴν ὠμότητα τοῦ αρχοντος ταῦτ' εἰρήκασιν. Παρίσταται καὶ ἐκ τούτων τῶν λέξεων ἡ τοῦ θεοῦ μακροθυμία οὐκ ἀποτόμως χρησαμένου κατὰ τῶν μὴ μετανοούντων τῇ ῥομφαίᾳ ἀλλὰ στιλβώσαντος αὐτήν. καὶ τὸ τόξον δὲ ἐνέτεινεν καὶ ἡτοίμασεν ἐπὶ τῷ βαλεῖν τὰ τῆς κολάσεως βέλη, ἀλλ' οὐκ ἀπέλυσέν πω τὰ βέλη καίτοι ἐξεργασάμενος αὐτὰ καὶ ἑτοίμως εχων πρὸς τὸ βαλεῖν. δυνατὸν ἐν τόξῳ σκεύη θανάτου ἡτοιμάσθαι εἰπεῖν τοὺς ὑπηρετοῦντας ταῖς κολάσεσιν σκεύη ὀργῆς πολλαχοῦ ὀνομαζομένους· ουτοι δέ εἰσιν οἱ πονηροὶ αγγελοι δι' ων ὀργὴ καὶ θυμὸς καὶ θλῖψις ἐπὶ τοὺς ἀξίους ἐκπέμπεται. εἰ δὲ καὶ τὰ ἐξειργασμένα τοῖς καιομένοις βέλη πληρωθέντα τοῦ δηλητηρίου φαρμάκου εἰσὶ τὰ σκεύη τοῦ θανάτου, ἐπιστατέον. 45 Ps 7,15-17 ̔Ο