1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

10

103 9, 2.1-2 ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἶνος. Πλὴν οἱ ἄφρονες ὡς ἄρτων αὐτῆς λέγονται μεταλαμβάνειν καὶ ὡς οἴνου κεκερασμένου. Εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος»; 104 Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους. 105 9, 3.1 ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστι Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος δοῦλος σοφίας ἐστίν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας αὐτοὺς ἀποδείξαντες. 106 9, 3.2 συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλὸν τόπους γνώσεως κηρῦσσον θεοῦ. 107 9, 5 ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν· «τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή.» 108 9, 8.1 μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς, μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει αὐτοὺς ἀποστῆναι κακίας. 109 9, 10α τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς Εἰ «τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς», καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς. Πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι πέφυκεν. 110 9, 12α ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους· ὁ δ' αὐτὸς διώξεται ὄρνεα πετόμενα Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ ναυαγήσας περὶ τὴν πίστιν. 111 9, 12β ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος· τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται Ἀπέλιπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· «ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα», καί· «ὁ πατήρ μου ὁ γεωργός ἐστιν.» 112 9, 12ξ.3 συνάγει δὲ χερσὶν ἀκαρπίαν Ἀκαρπία ἐστὶ κακία καὶ ἄγνοια. 113 9, 13 γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης, εἴρηται τὸ «οὐκ ἐπίσταται αἰσχύνην». Καὶ ὁ ∆αυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι λέγει· «δεῦτε γάρ, φησίν, τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς.» Εἰ δὲ ὁ φόβος καὶ ἡ αἰσχύνη πάθη ψυχῆς ἐστι φυσικά, πῶς διδακτά ἐστιν; Ἢ τάχα φόβον λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν, εἴγε «τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ». Καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ αἰσχύνης λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων. Οὕτω καὶ ὁ ∆αυίδ φησιν· «ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας», τουτέστιν ὄψομαι τοὺς λόγους τοὺς περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων. 114 9, 17 ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ «Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους καὶ μετὰ τοῦτο πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος.» 115 9, 18α ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· «οὐδεὶς γὰρ ἀποδήσει πῦρ ἐν κόλπῳ καὶ τὰ ἱμάτια οὐ κατακαύσει.» 116 9, 18ξ ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς Ὥσπερ παρὰ τῷ θεῷ ἐστιν πηγὴ ζωῆς, οὕτω καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου. Εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή. Ὡσαύτως δὲ καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον.

117 10, 2 οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους· δικαιοσύνη δὲ ῥύσεται ἐκ

θανάτου «Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους», οὓς ἐπὶ γῆς ἐθησαύρισαν, «ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν». 118 10, 3