1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

13

149 16, 23 καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα. 150 16, 28 ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. Τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομών, ὡς οἶμαι, διὰ ταύτης τῆς παροιμίας δεδήλωκε, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πυρσευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοῦ διδασκομένους καὶ φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις. 151 16, 30 στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστιν κακῶν Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον. 152 16, 33 εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις· παρὰ δὲ κυρίου πάντα τὰ δίκαια Σημειωτέον ὅτι κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων. Οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει. Εἰ δ' ἐστὶ καὶ κόλπος ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει.

153 17, 2 οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων· ἐν δὲ ἀδελφοῖς

διελεῖται μέρη Εἰ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσποτῶν. Ὁ δὲ τοιοῦτος γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ' ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικὴν καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. Οὕτω καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν γῆν τῆς ἐπαγγελίας ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γεγονότων γνώσεως σύμβολον. Πλὴν τοῦτο ἰστέον ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν τῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός. Οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν, ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς. 154 17, 4 κακὸς ὑπακούει γλώσσης παρανόμων· δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων ὁ τοὺς ἀδίκους δεχόμενος παρ' αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς, οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, τουτέστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. 155 17, 6α τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. Ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι' ὧν γράφει τὸ «ἐν παντὶ ἐπλουτίσθητε ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ». Εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες «ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι»· πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένος πλοῦτον, πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου. 156 17, 7 οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίῳ χείλη ψευδῆ «Τίς