1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

17

γνώσεως θεοῦ τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ τοῦ κυρίου ἐστίν. Γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· «ἐράσθητι γάρ, φησί, τῆς σοφίας καὶ τηρήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ.» 198 19, 16 ὃς φυλάσσει ἐντολὴν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται Αἱ ἐντολαὶ ὡς πρὸς μὲν τὸν ἐντειλάμενον θεὸν καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς καλοῦνται ὁδοί. Καὶ πάλιν ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς ἐδόθησαν, αἱ ἐντολαὶ λέγονται μαρτύρια· διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται. 199 19, 17 δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν· κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ ∆όμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ' ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως. 200 19, 19 κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· «τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ» ἀπολέσῃ καὶ «ζημιωθῇ». Ἀλλ' ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. 201 19, 20 ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ' ἐσχάτων σου Μετὰ τὴν ὀρθὴν πολιτείαν ἐστὶν ἡ γνῶσις. Τὸ γὰρ ἐπ' ἐσχάτων ἐνταῦθα οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. 202 19, 23 φόβος κυρίου εἰς ζωὴν ἀνδρί· ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται γνῶσις Εἰ «φόβος κυρίου εἰς ζωὴν ἀνδρί», «φόβος δὲ κυρίου παιδεία καὶ σοφία», ζωὴ τοῦ ἀνδρὸς παιδεία ἐστὶ καὶ σοφία. Ἀλλ' ὁ Χριστὸς λέγει· «ἐγώ εἰμι ἡ ζωή»· ὁ Χριστὸς ἄρα ἐστὶν παιδεία καὶ σοφία. Τὸ οὖν «γνῶναι παιδείαν καὶ σοφίαν» γνῶναί ἐστιν τὸν Χριστόν. Ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν Χριστός. 203 19, 24 ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς Ὁ μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος μηδ' ἐμπλησθῆναι ἄρτων· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ. 204 19, 26 ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται ∆ιὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει καὶ τὴν μητέρα δὲ ἀπωθεῖται, ἥτις ἐστὶν ἡ παιδεία, εἴπερ «ἀνὴρ δίκαιος γεννᾶται εἰς ζωήν». Ἡ δὲ δικαιοσύνη ἀπὸ πασῶν συνίσταται τῶν ἀρετῶν. 205 19, 27 υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς Οἱ ἀκάθαρτοι λογισμοὶ ῥήσεις εἰσὶ κακαὶ ἐν τῇ ψυχῇ γεννώμεναι τοῦ μὴ τετηρηκότος τὰς ἐντολὰς τοῦ ἐπουρανίου πατρός.

206 20, 1.1 ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη Εἰ «θυμὸς δρακόντων ὁ

οἶνος αὐτῶν», ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. Εἰ δὲ οἴνου οἱ ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται. 207 20, 2 οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος· ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. 208 20, 4 ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται· ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ Εἰ ἔστιν ἐν ἀμήτῳ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν