1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

25

τῶν κακιῶν οἱ ἔχοντες τὰς ἀρετὰς καὶ τὰς κακίας. Οὕτω «δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν», ἀντὶ τοῦ δικαίους· καὶ «φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν», τουτέστιν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον. Καὶ ἐνταῦθα δὲ τὸν ἔχοντα τὴν τοῦ θεοῦ δόξαν καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ βασιλέως δόξαν θεοῦ καὶ δόξαν βασιλέως ὠνόμασεν. Ἢ τάχα δόξαν θεοῦ λέγει τὸν δοξάζοντα τὸν θεὸν καὶ δόξαν βασιλέως τὸν δοξάζοντα τὸν βασιλέα, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· ὁ δοξάζων τὸν θεὸν κρύπτει τὸν λόγον αὐτοῦ καὶ ὁ δοξάζων τὸν βασιλέα τιμᾷ τὰ προστάγματα αὐτοῦ· ὁ γὰρ ἀτιμάζων αὐτὸν διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζει αὐτόν. 300 25, 5 κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀπο- κτέννων τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης κατορθοῖ ἐν δικαιοσύνῃ τὸν ἑαυτοῦ νοῦν, ὅστις λέγεται εἶναι θρόνος θεοῦ. Οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζε-σθαι σοφία καὶ γνῶσις καὶ δικαιοσύνη εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός. 301 25, 6 μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο· 25, 7.1-2 κρεῖσσον γὰρ τὸ ῥηθῆναί σοι· ἀνάβαινε πρός με, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου Μὴ εἴπῃς· «ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.» Κρεῖσσον γὰρ τὸ ῥηθῆναι περὶ σοῦ τὸ «διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». 302 25, 8.1-2 μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων ∆ιὰ τῆς μάχης τὴν κακίαν ᾐνίξατο. 303 25, 8.3 ἡνίκα δ' ἄν σε ὀνειδίσῃ ὁ φίλος, 25, 9 ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει Καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις ὀνειδίζει ταῖς πόλεσιν, «ἐν αἷς αἱ πλεῖσται αὐτοῦ δυνάμεις γεγόνασιν ὅτι οὐ μετενόησαν, οὐαί σοι Χοραζίν, οὐαί σοι λέγων Βηθσαϊδά». 304 25, 10.1-2 χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ Πυκνότερον ὁ Σολομὼν φίλου τε μέμνηται καὶ φιλίας. ∆ιὸ καλῶς ἔχει νῦν προσέχειν τῷ ὀνόματι, τί βούλεται αὐτῷ σημαίνειν ἡ φιλία· «χάρις γάρ, φησίν, καὶ φιλία ἐλευθεροῖ.» Καίτοι ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· «ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Παῦλος δὲ πάλιν γράφει· «Χριστὸς ἡμᾶς ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου.» Εἰ οὖν ἡ φιλία ἐλευθεροῖ καὶ ἡ ἀλήθεια ἐλευθεροῖ καὶ ὁ σωτὴρ ἐλευθεροῖ, Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία. Ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. Οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτὴρ καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου, Μωσῆς καὶ πάντες οἱ ἅγιοι. Καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. 305 25, 10α.3 ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτωσ Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν καὶ κατ' αὐτὰς ἐνεργῶν τὰς ὁδοὺς αὐτοῦ φυλάσσει εὐσυναλλάκτως. 306 25, 11 μῆλον χρύσεον ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον ἐπὶ ἁρμόζουσιν αὐτῷ Ὥσπερ μῆλον χρύσεον ἁρμόζει σαρδίῳ, οὕτω γνῶσις θεοῦ ψυχῇ καθαρᾷ. 307 25, 12 εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται· λόγος σοφὸς εἰς εὐήκοον οὖσ Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν καὶ σοφίαν κυρίου εἰς νοῦν ἀπαθῆ. 308 25, 13.1-2 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν Ὥσπερ χιὼν ψύχει καύσωνα, οὕτως γνῶσις ἁγίων διαλύει κόπον ψυχῆς. 309 25, 15 ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν· γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ Νῦν τὴν θυμώδη ψυχὴν ὠνόμασεν μαλακήν, ἥτις συντρίβει τὰ ὀστᾶ τὰ πεφυκότα λέγειν· «κύριε, τίς ὅμοιός σοι;» 310 25, 17 σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε Σπανίως δεῖ ἅπτεσθαι θεολογικῶν προβλημάτων καὶ μὴ πυκνῶς τοῦτο ποιεῖν, μήποτε εἴπωμέν τι τῶν οὐ λεγομένων ἐπὶ θεοῦ καὶ ὡς ἀσεβοῦντες τῆς πνευματικῆς ἐκπέσωμεν γνώσεως, τοῦ νοῦ δι' οἰκείαν ἀσθένειαν