3
Ἢ νῦν κακὴν βουλὴν τὸν διάβολον λέγει. Οὗτος γὰρ κακῶς ἐβουλεύσατο εἰπὼν τὸ «ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ». Ἐπελάθετο δὲ καὶ τῆς θείας γνώσεως καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος, ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ' ἣν καὶ ζηλωτὸς ἦν ἐν τοῖς ξύλοις τοῦ παραδείσου. 24 2, 19 πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς «∆ιώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ» καὶ «οὕτως τρέχετε ἵνα καταλάβητε». 25 Ὅσοι «καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς», οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας. Καὶ «τὸ ἔλεός σου, φησίν, καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου». 26 2, 21.1-2 χρηστοὶ ἔσονται οἰκήτορες γῆς· ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ Οἱ μὲν ἐν ἀκακίᾳ, φησίν, μείναντες ὑπελείφθησαν ἐν τῇ γῇ, τουτέστιν ἐν τῇ γνώσει· οἱ δὲ διὰ κακίαν ἐκπεσόντες διὰ χρηστότητος πάλιν ἐπανελεύσονται.
27 3, 1 υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου· τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ νομίμως βιούς, οὗτος μέμνηται τοῦ νόμου ὁ ζῶν κατ' αὐτόν. Καὶ εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ ὁ ποιῶν αὐτά, οὗτος ἀπόλλυσιν αὐτὰ ὁ μὴ βουλόμενος πράττειν αὐτά· «οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» 28 3, 5 ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ θεῷ· ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος. Ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ οὐ τὴν ἀνθρωπίνην, δι' ὧν ἐπιφέρει δείκνυσι· «ἐν πάσαις γάρ, φησίν, ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου.» 29 3, 8 τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι· «κύριε, τίς ὅμοιός σοι; πάντα γάρ, φησί, τὰ ὀστᾶ μου ἐροῦσι· κύριε, κύριε, τίς ὅμοιός σοι;» Ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς πάντως ἐρεῖ τὸ «ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην». Ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ «κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην». Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητική· «κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Ἐρεῖ δὲ καὶ ἡ λογιστικὴ τὸ «διελογισάμην ἡμέρας ἀρχαίας». Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. 30 3, 15.1-2 τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν ἀνεπίδεκτος γίνεται λογισμῶν ἀκαθάρτων. 31 3, 15.3 εὔγνωστός ἐστι πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ' αὐτῆς. 32 3, 18.1 ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται, εἴπερ «ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς». Εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου τοῦ ξύλου· «εἰς γὰρ κακότεχνον, φησίν, ψυχὴν σοφία οὐκ εἰσελεύσεται.» 33 3, 19 ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τῆν γῆν· ἡτοίμασεν δὲ οὐράνους ἐν φρονήσει· 3, 20 ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν· νέφη δὲ ἐρρύησαν δρόσους Ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασεν καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος καὶ τὰ δεδροσωμένα νέφη μῆκος καλεῖ. Ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα διαιρουμένων κόσμοις καὶ σώμασι κατ' ἀναλογίαν τῆς καταστάσεως. 34 3, 22 ἵνα ζήσῃ ἡ ψυχή σου καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ Τράχηλον τὴν ψυχὴν εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου. 35 3, 23 ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής. 36 3, 24 ἐὰν κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ