1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

7

βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται ∆ιὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ σοφοὶ καὶ ἀνόητοι πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. Καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν, τὸ δ' ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. Καὶ ὁ μὲν κηρὸς παρελεύσεται· «ὁ οὐρανὸς γάρ, φησίν, καὶ ἡ γῆ παρελεύσεται»· τὸ δὲ μέλι οὐ παρελεύσεται. Οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ὧν λέγει ὁ Σολομών· «κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς»· καὶ ὁ ∆αυίδ· «ὡς γλυκέα, φησί, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.» 73 Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνον ὠνόμασεν. 74 6,09 ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνωσίαν, ὧν ἡ ἀγρυπνία ποιεῖ τινα «ὡς στρουθίον μονάζον ἐπὶ δώματι». 75 6, 11 εἶτ' ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν ἀρετῶν. 76 6, 13 ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασιν δακτύλων Προσεκτέον ἐνταῦθα μήποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικείμενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους, ἐπιδὴ καρδιογνώστην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι. 77 6, 17 ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἶμα δίκαιον Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκομένη λέγεται ἀποθνῄσκειν ψυχὴ λογική· «ψυχὴ γάρ, φησίν, ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.» Εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον, ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψιν καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. Καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα. Ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος καὶ τῇ φθορᾷ τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. Ἀλλὰ τοῦτο μὲν νῦν γενέσθαι πέφυκεν, ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν παιδίων μετὰ τῆς ὑγείας ἀπ' ἀρχῆς τικτομένων. 78 6, 19 ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν Ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν, οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις. Τὸ δὲ ἐκκαίει, ὡς οἶμαι, προστέθειται διὰ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀνάπτοντας θυμὸν μὲν πρὸς ὀργὴν καὶ μῖσος, ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας. Τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασεν τοῦ πονηροῦ βέλη πεπυρωμένα τιτρώσκοντα τὴν ψυχὴν καὶ θάνατον ἐργαζόμενα. 79 6, 20 φύλασσε, υἱέ, νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου ... 6, 22.1 ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω Τὴν μητέρα προστάσσει ἐπάγεσθαι, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα ἡμᾶς κατὰ θεόν. Καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος. Ἀλλ' ἐπειδὴ οὐ δυνατὸν αὐτὸν γνῶναι τὸν θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι, ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ αὐτόν, οὐ βλέπει τὸ φῶς, ὅπερ ἐστὶ ἡ γνῶσις αὐτοῦ τοῦ θεοῦ. 80 6, 23 ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς καὶ ὁδὸς ζωῆς, ἔλεγχος καὶ παιδεία Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς. Καὶ τάχα λύχνος ἐστὶν ἡ παλαιὰ διαθήκη· «ἐκεῖνος γὰρ ἦν ὁ