1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

29

ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ Ὁ ἐγγυώμενος τὸν σατανᾶν ἐγγυᾶται τὴν ἀδικίαν, ὑπισχνούμενος αὐτῷ τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. Περὶ τούτου δὲ καὶ τὸ εὐαγγέλιον λέγει ὡς διὰ φόνον καὶ στάσιν βεβλημένου εἰς φυλακήν. 351 28, 17α παίδευε υἱὸν καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ· οὐ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ Ἔθνος παράνομον τὸ τάγμα τῶν δαιμόνων ἐστίν, ᾧ οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός. 352 28, 19 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων· ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίασ Ὁ καθαίρων ἑαυτὸν πλησθήσεται γνώσεως· ὁ δὲ ἀκάθαρτος πλησθήσεται ἀγνωσίας. 353 28, 21 ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός· ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα Εἰ πρόσωπα τῶν δικαίων εἰσὶν αἱ ἀρεταί, οὐκ ἀγαθὸς ὁ μὴ τὰς ἀρετὰς αἰσχυνόμενος. Καὶ εἰ πρόσωπα τῶν ἁμαρτωλῶν εἰσιν αἱ κακίαι, ἀγαθὸς ὁ τὰς κακίας μὴ αἰσχυνόμενος. 354 28, 22 σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ Οἱ νῦν ἐλεήμονες ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ θεοῦ καὶ γενόμενοι ἄγγελοι ἄρξουσι τῶν ἀσεβῶν. Τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν ὁ κύριος τοῦ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· θρόνος δέ ἐστιν, ἐν ᾧ νοῦς καθέζεται, γνῶσις πνευματικὴ τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνάγουσα. Τὸ δὲ κρίνειν ἐνταῦθα τὸ διδάσκειν σημαίνει ὡς καὶ τὸ «ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς», ἀντὶ τοῦ δίδασκε. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ ποιήσει μᾶλλον τὸν βάσκανον. 355 28, 28 ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι· ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει. Οὕτω καὶ Ματθαῖον τὸν τελώνην ἀπολέσας ὁ κύριος δικαιοσύνην αὐτῷ ἐχαρίσατο.

356 29, 1 κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου· ἐξαπίνης γὰρ

φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασισ Οὐκ εἶπεν ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔστιν ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοντος ἔτι δηλονότι ξύλα, χόρτον, καλάμην, εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγεία προσγίνεσθαι. 357 29, 2 ἐγκωμιαζομένου δὲ δικαίου εὐφρανθήσονται λαοί· ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρεσ Ὅσοι εἰσὶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, οὗτοι πάντως καὶ στένουσιν. 358α 29, 3 ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατὴρ αὐτοῦ· ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον Ὁ δὲ ἐκτρέφων κακίας ἀπολεῖ γνῶσιν. Ἄλλως. Ποιμήν ἐστιν ἀγαθὸς νοῦς ἀπαθεῖς λογισμοὺς κεκτημένος καὶ ποιμήν ἐστι πονηρὸς νοῦς ἐμπαθεῖς λογισμοὺς κεκτημένος. Εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστιν λογισμὸς ἐμπαθὴς καὶ πρόβατόν ἐστιν λογισμὸς ἀπαθής. ∆ιὸ καὶ τοὺς ἐρίφους ὁ κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους δὲ καὶ πρόβατα λέγει τοὺς κεκτημένους ἐρίφους καὶ πρόβατα, τουτέστιν τοὺς ἔχοντας λογισμοὺς ἐμπαθεῖς καὶ ἀπαθεῖς. Οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε καὶ τοὺς τὸν σῖτον ἔχοντας σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον τὸ «ἡ ἀγάπη οὐ περπερεύεται», ἀντὶ τοῦ ὁ ἔχων τὴν ἀγάπην. 359 29, 4 βασιλεὺς δίκαιος ἀνίστησιν χώραν· ἀνὴρ δὲ παράνομος κατασκάπτει Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει. 360 29, 7 ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς· ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα. 361 29, 9 ἀνὴρ σοφὸς κρίνει ἔθνη· ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος