4
καθεύδῃς, ἡδέως ὑπνώσεις 3, 25 καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν ἐπισυμβαινούσας. Τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν θυμόν, εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γίνεσθαι. 37 3, 30 μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μή τι εἰς σὲ ἐργάσηται κακόν Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν. 38 3, 33 κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν· ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν· γνῶσις δὲ θεοῦ ἐν ψυχαῖς δικαίων. 39 3, 34 κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ταπεινοῖς δὲ δίδωσιν χάριν Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσσεται καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτω καὶ τοῖς ὑπερηφάνοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται. 40 3, 35 δόξαν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν.
41 4, 2.1 δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως καὶ μὴ κατευοδούμενον. Ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ. 42 4, 2.2 τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον ὁ παραβαίνων αὐτόν. 43 4, 8.1 περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε Εἰ ἐφ' ἡμῖν ἐστι τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ' ἡμῖν, οἱ χάρακες ἄρα δηλοῦσιν ἐνταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσι τὴν γνῶσιν τὴν τοῦ θεοῦ. 44 4, 9 ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων· στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν πάντα λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆς. 45 4, 10 ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεταί σοι ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδὸν τὴν εἰποῦσαν· «ἐγώ εἰμι ἡ ὁδός.» Πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ. 46 4, 15 ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκεῖ· ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις. 47 4, 16 οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος ἀπ' αὐτῶν, οὐ κοιμῶνται Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσεβέσιν οὐ δίδωσιν ὕπνον ὁ κύριος. Ἐντεῦθεν δὲ ἔστι καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες. 48 4, 17 οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας· οἴνῳ δὲ παρανόμῳ μεθύσκονται Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ, φησίν, αὐτοῦ ἐστιν ἡ ἀσέβεια καὶ οἶνος παρανομία. 49 4, 18 αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέραν ἡμῖν ἐπιλάμψῃ. 50 4, 19 αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασιν πῶς προσκόπτουσιν Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται οὐδὲ τὴν αἰτίαν γινώσκουσι πόθεν προσκόπτουσιν, ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶ γνώρισμα τῆς ἐσχάτης ἀνοίας. 51 4, 21 ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννᾶται τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις ἡ τοῦ Χριστοῦ. Καὶ ὁ ∆αυίδ· «ὤφθησαν, φησίν, αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης», παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. 52 4, 25 οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλέφαρά σου νευέτω δίκαια Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά. 53 4, 27 μὴ