1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

31

ἀνισταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος, πάντως δὲ καὶ προσευ-χομένην, ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ «ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι». 375 '31, 18 ἐγεύσατο δὲ ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆσ Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος. 376 '31, 19 τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα· τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον Ἄτρακτός ἐστι νοῦς καθαρὸς συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα ἢ λόγος προφορικὸς ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. 377 '31, 21 οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅτανπου χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδιδύσκονται Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ' ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν. Ἀπάθειαν δὲ κτησάμενος χρονίσει τε ἐν τῇ θεωρίᾳ καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν. 378 '31, 22 δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς· ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς ἐκ βύσσου καὶ πορφύρας. Ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφύρας. 379 '31, 24 σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα δὲ τοῖς Χαναναίοισ Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ· τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῷα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. Εἰ οὖν ἡ μία σινδὼν τὸν κόσμον τοῦτον ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. Εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διάνοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας, τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακτικῆς ἐστι σύμβολα τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα. 380 '31, 27.1 στεγναὶ διατριβαὶ οἴκων αὐτῆσ Εἰ ὁ διάβολος «βασιλεύς» ἐστι «πάντων τῶν ἐν τοῖς ὕδασι» καὶ «δι' ἀνύδρων τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει», καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι. 381 '31, 27.2 σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν. 382 '31, 30.2-3 γυνὴ γὰρ συνετὴ εὐλογεῖται· φόβον δὲ κυρίου αὕτη αἰνείτω Εἰ «ἀρχὴ σοφίας φόβος κυρίου», δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος. 383 11, 29 ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ Ἐγκώμιον τοῦτο τοῦ ἄφρονος. Πᾶς φαῦλος ἄφρων, πᾶς ἄφρων δοῦλος, πᾶς ἄρα φαῦλος δοῦλος. 384 14, 20 φίλοι μισήσουσιν φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί Ἀγαπῶσι γὰρ οἱ ἅγιοι ἄγγελοι τοὺς ἁγίους διὰ τὰς ἀρετάς· τοὺς δὲ ἁμαρτωλοὺς μισοῦσι διὰ τὴν τούτων πενίαν.