1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

27

οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν Ὁ ἀποβαλὼν κακίαν αὐτοῦ καὶ ἐπιστρέψας πάλιν πρὸς αὐτήν, ὅμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἑαυτοῦ ἔμετον. 325 26, 15 κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν εἰς τὸ στόμα Εἰ «ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς», πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ οὐ βρώσεται ἐκ τούτου τοῦ δένδρου. 26, 17 ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεωσ Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ ἢ ἐν κλήρῳ. 327 26, 20 ἐν πολλοῖς ξύλοις θάλλει πῦρ· ὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη Τὸν θυμώδη δίθυμον εἶπεν. 328 26, 23.2 χείλη λεῖα καρδίαν καλύπτει λυπηράν Καρδίαν καθαρὰν οὐ καταλήψεται λύπη· ἐπιθυμίας γὰρ φθαρτὰς ἀπώσατο ἀπ' αὐτῆς. 329 26, 25.1 ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ ∆έεται ἡμῶν ὁ σατανᾶς ποτε μὲν διὰ τῶν ἀκαθάρτων λογισμῶν γαργαλίζων ἡμᾶς καὶ τῷ λείῳ τῆς ἡδονῆς ἐπι-σπώμενος, ποτὲ δὲ καὶ φωνὴν ὄντως ἔναρθρον ὡς ἡττηθεὶς προβαλλόμενος, ᾧ οὐ δεῖ πείθεσθαι ἄσπονδον ἔχοντι τὸν πόλεμον τὸν πρὸς ἡμᾶς. 330 26, 25.2 ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ καρδίᾳ αὐτοῦ Τοῖς ἑπτὰ πνεύμασιν ἀντίκεινται αὗται αἱ πονηρίαι.

331 27, 7 ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει· ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ

πικρὰ γλυκεῖα φαίνεται Ψυχὴ καθαρὰ κατατρυφᾷ γνώσεως· ψυχὴ δὲ ἀκάθαρτος καὶ τὴν ψευδώνυμον γνῶσιν ἀληθῆ γνῶσιν νομίζει. 332 27, 8 ὥσπερ ὄρνεον ὅταν καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων Τόπος τῆς καρδίας ἐστὶν ἀρετὴ καὶ γνῶσις, ἀφ' ὧν ἀποξενωθεὶς ἄνθρωπος ἐμπίπτει εἰς κακίαν καὶ ἀγνωσίαν καὶ γίνεται δοῦλος, ἐπειδὴ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας». 333 27, 9 μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία· καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή Νοῦς ἀπαθὴς πολυποικίλῳ τέρπεται σοφίᾳ· νοῦς δὲ ἐμπαθὴς ἐν ἀγνωσίᾳ πεσεῖται. 334 27, 10.1 φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐγκαταλίπῃσ «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους.» 335 27, 10.2 εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν Τοιοῦτος ἦν ὁ εἰσελθὼν εἰς τοὺς γάμους καὶ μὴ ἔχων ἔνδυμα γάμου. 336 27, 10.3 κρεῖσσον φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἴκων Κρεῖσσον ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως ὑπὲρ τὸν συναπτόμενόν μοι μόνον διὰ τῆς φύσεως. 337 27, 13 ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γὰρ ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται Τοῦτό ἐστιν τὸ ἐν τῷ εὐαγγελίῳ λεγόμενον τὸ «καὶ ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ». ∆ηλοῖ δὲ τοῦτο, ὡς οἶμαι, τὰ κατὰ διάνοιαν λείψανα τῶν ἀρετῶν καὶ τῆς γνώσεως τοῦ θεοῦ λαμβα- νόμενα ἀπὸ τῶν κακῶς αὐτοῖς χρησαμένων ἀνθρώπων. 338 27, 18 ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς· ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται Ὁ κύριος ἡμῶν ἐστιν ἡ συκῆ· ὁ γὰρ καρπὸς αὐτῆς λέπραν θεραπεύει. 339 27, 22 ἐὰν μαστιγοῖς τὸν ἄφρονα ἐν μέσῳ συνεδρίῳ ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ Οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις αὐτὸν τῆς ἀφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη γίνεται πρόξενος. 340 27, 23 γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις· 27, 24 ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχὺς οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν Πρόσεχε σεαυτῷ καὶ τὰς ἀρετάς σου κατεύθυνε, ὅτι οὐκ ἀεὶ ἐν αὐταῖς ἰσχύουσιν ἐπίσης οἱ ἄνθρωποι οὐδὲ ἀπὸ ἀρετῆς ἐπ' ἀρετὴν ἢ ἀπὸ γνώσεως ἐπὶ γνῶσιν ὑγιῶς μεταβαίνουσιν, τῆς ἀνθρωπίνης καταστάσεως τοῦτο ῥᾳδίως μὴ δεχομένης. Ὅτι δὲ γενεὰς λέγει τὰς ἀρετὰς καὶ τὰς γνώσεις, καθ' ἃς γεννῶνται οἱ ἅγιοι, δείκνυσι δι' ὧν γράφει· «γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.» Χρηστέον δὲ