1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

12

ἐργασία ἀρετῶν, ἡ πρακτική ἐστιν ἡ τεκτονική. 132 11, 30 ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς· ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται ὁ Ἀδὰμ τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. 133 12, 2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται «Μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ ∆αυίδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.» 134 13, 22 ὁ ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν· θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν Πλοῦτος ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτὸν δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι γενόμενοι ἐπάνω πέντε καὶ δέκα πόλεων. Καὶ ὁ Παῦλός φησιν· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ.» 135 14, 7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι· ὅπλα δὲ αἰσθήσεως χείλη σοφά «Οὐκ ἀντιτάσσεται» γὰρ τῇ σοφίᾳ «οὐδὲν πονηρόν», διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες. 136 14, 9 οἰκίαι ἀφρόνων ὀφειλήσουσι καθαρισμόν· οἰκίαι δὲ δικαίων δεκταί Ἵνα καθαροὶ γενόμενοι ἴδωσι τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος ὅπερ πάσῃ λογικῇ φύσα τετήρηται. 137 14, 14 τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος· ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός ∆ιανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν. 138 14, 18 μεριοῦνται ἄφρονες κακίαν· οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκε τὴν κακίαν τῇ αἰσθήσει. Εἰ δὲ ἡ κακία τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν.

139 15, 16 ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή· οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι

ἐκ γῆς ὀλοῦνται «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» 140 15, 10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων· οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. 141 15, 15 πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά· οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός Ἡσυχία ἐστὶν ἀποχὴ κακίας. 142 15, 24 ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ Ὁδοὺς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. 143 15, 28α δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων· διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται Παύλου κηρύξαντος· «οἵ ποτε ὄντες ἐχθροὶ κατηλλάγησαν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ»· πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· «οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.»

144 16, 10 μαντεῖον ἐπὶ χείλεσι βασιλέως· ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ

στόμα αὐτοῦ Καρδιογνώστης ἐστὶν ὁ Χριστὸς καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. 145 16, 14 θυμὸς βασιλέως ἄγγελος θανάτου· ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ θεοῦ καλεῖται. 146 16, 16 νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου· νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον Γνῶσις σοφίας ὑπὲρ χρυσίον· γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον. 147 16, 17.3-4 ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται· ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. 148 πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις· παιδεία δὲ ἀφρόνων κακή Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν. Εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν.