1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

9

λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων φαντασίας λαμβάνοντες. 93 Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι, γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα, γωνία ἄρα νοητή ἐστιν ἀκάθαρτος λογισμός. Τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν. Φίλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθὲς πρὸς αἰσχρὰν ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον. 94 7, 15 ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σου· ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε· 7, 16 κειρίαις τέτακα τὴν κλίνην μου· ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ' Αἰγύπτου· 7, 17 διέρραγκα τὴν κοίτην μου κρόκῳ· τὸν δὲ οἶκόν μου κινναμώμῳ Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχῦναι διὰ τῶν κειριῶν καὶ τῆς κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου, ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν. 95 7, 19 οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ· πεπόρευται δὲ ὁδὸν μακράν, 7, 20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ· δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ Εἰ «δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ», πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον. 96 7, 22.1 ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς Τῶν ἐρῳδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. Τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησι ἐκ τῶν ὀφθαλμῶν καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς. Ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ Τῶν περὶ τὰ ζῷα ἱστοριῶν παρεθήκαμεν. Ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζῴου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθουμένου τῇ πόρνῃ γυναικί, κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι' ἀκολασίαν. [Οἷον διακινηθείς.] 97 7, 26 πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκεν Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς· φονεύει δὲ ταῖς ἁμαρτίαις.

98 8, 2 ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν· ἀνὰ μέσον δὲ τῶν τρίβων

ἕστηκεν Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν. 99 8, 3 παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει· ἐν δὲ εἰσόδοις ὑμνεῖται Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαί φησιν, τουτέστι παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν· ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχόμενον ὀνομάζει. Πολλάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας ἢ τὰς χειρίστας. 100 8, 5 νοήσατε, ἄκακοι, πανουργίαν· οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ. 101 8, 10.1-2 λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ... 8, 11.1 κρείσσων γὰρ σοφία λίθων πολυτελῶν Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει· «κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν», ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ, ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ «διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας». Τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας. 102 8, 13.1-2 φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.