1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

19

ἀποστελεῖ ὁ θεός· ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστιν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς. 224 21, 9 κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν. Εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν. Γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ φωτιζομένη ὑπὸ τῆς δικαιοσύνης ἡλίου. Καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκονιαμένον τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ. Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς φαρισαίους τάφους εἶπεν κεκονιαμένους. Εὖ δὲ καὶ τὸ ἐπὶ γωνίας εἰπεῖν ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας. Κοινὸν δὲ εἶπεν ὁ μὴ τοῦ ἑνός ἐστιν θεοῦ. 225 21, 14 δόσις λάθριος ἀνατρέπει ὀργάς· δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν ∆όσις λάθριός ἐστιν, ἵν' ὃ ποιεῖ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά. 226 21, 16 ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν. 227 21, 19 κεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου Καὶ ὁ ∆αυίδ φησιν· «ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι.» Ἔρημος τοίνυν γῆ ἐστιν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. ∆ιὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε «διέρχεται δι' ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει»· «αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι»· καὶ πάλιν τῆς σοφίας· «στεγναί, φησίν, αἱ διατριβαὶ οἴκων αὐτῆς.» Εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὀργίλον. 228 21, 20 θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφο ἐπὶ στόματος σοφοῦ· ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν. 229 21, 22 πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα, ἐφ' ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς Ἡ σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσι «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». 230 21, 23 ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ Στόμα καὶ γλῶσσαν ψυχὴν καὶ νοῦν· ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος ὀνομάζουσι τῆς ψυχῆς. 231 21, 26 ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς· ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τό ποτε μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπιθυμεῖν ἐπιθυμίας κακάς. Τὸ γὰρ ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ. Τοιοῦτόν ἐστιν καὶ τὸ «ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν», ἀντὶ τοῦ διὰ βίου. 232 21, 31 ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· παρὰ δὲ κυρίου ἡ βοήθεια Ἵππον λέγει τὸν νοῦν· «ἐπιβήσῃ γάρ, φησίν, ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία»· καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος «τοῦ βαστάσαι τὸ ὄνομά μού» φησιν.

233 22, 1 αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ ἀργύριον καὶ

χρυσίον χάρις ἀγαθή Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν. Οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται. 234 22, 2 πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις· ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας