21
λόγον· τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων ὁ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτῶν· «οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλὰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» 247 22, 20 καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς. Πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν. Καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ Παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ Ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ Ἄσματα τῶν ᾀσμάτων. 248 22, 26 μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον· 22, 27 ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς, λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας. Ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τουτέστιν τὴν ἀρετήν. Αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται· τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται. 249 22, 28 μὴ μέταιρε ὅρια αἰώνια ἃ έθεντο οἱ πατέρες σου Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπ' αὐτῆς τῆς πίστεως νοητέον. Μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τρίαδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν.
250 23, 1 ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστοῦ, νοητῶς νόει τὰ
παρατιθέμενά σοι ... 23, 3 εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικωτέραν διάνοιαν τῆς γραφῆς. 251 ∆εῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν ἀληθής. 252 23, 6 μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ· μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ· 23, 7 ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει· 23, 8 μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετ' αὐτοῦ· ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδειπνεῖν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. 253 23, 9 εἰς ὦτα ἄφρονος μηδὲν λέγε, 253 μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου Μηδὲν λέγε συνετόν, τουτέστιν βαθὺ καὶ μυστικόν· οὐ δεῖ γὰρ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. 254 23, 10 μὴ μεταθῇς ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου· εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι' ἣν ἐστερήθησαν τοῦ ἐν οὐρανοῖς πατρός. 255 23, 17 μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν Εἰ «τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ», καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. 256 23, 18 ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔγγονα· ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται Τοὺς ὀρθοὺς λογισμοὺς καὶ τὰ πνευματικὰ θεωρήματα ἔγγονα εἶπεν τοῦ νοῦ. ∆ιὸ καὶ ἄτεκνός ἐστιν ἡ ψυχὴ ἡ μὴ ἔχουσα ταῦτα τὰ ἔγγονα, ἅπερ πέφυκε τίκτεσθαι ἀπὸ τοῦ πνευματικοῦ νυμφίου. 257 23, 21 πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης Οὐκ ἔστιν ἔνδυμα γάμου διερρηγμένον ἱμάτιον καὶ ῥακῶδες. 258 23, 22 ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ Ἤκουσά τινος τῶν γερόντων τὴν