30
καταγελᾶται καὶ οὐ καταπτήσσει «Καὶ ἐπ' αὐτόν, φησὶν ὁ ∆αυίδ, γελάσονται καὶ ἐροῦσιν· ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ.» 362 29, 10 ἄνδρες αἱμάτων μέτοχοι ζητήσουσιν ὅσιον· οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος. 363 29, 11 ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων· σοφὸς δὲ ταμιεύεται κατὰ μέροσ Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν ἢ ὁ διὰ τῆς μακρο-θυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς σπουδαίους τὸ δεύτερον. 364 29, 18 οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ· ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστόσ Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει, εἴπερ οὐ λόγος, ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει. 365 29, 19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ «ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται»· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. Τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ καὶ μὴ λόγοις, ἀλλὰ μάστιξι παιδευθέντα. 366 29, 21 ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται· ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ' ἑαυτῷ Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, «πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας. 367 29, 23 ὕβρις ἄνδρα ταπεινοῖ· τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριοσ Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει. 368 29, 24.1 ὃς μερίζεται κλέπτῃ μισεῖ τὴν ἑαυτοῦ ψυχήν «Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ.» 369 29, 24.2 ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν, 29, 25.1 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑποσκελισθήσονται Ὅρκον εἶπε τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν εἰς ψυχήν· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ' αὐτῆς. Ἐὰν οὖν, φησίν, νόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, «φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑποσκε-λισθήσονται». Οὕτω φησὶ καὶ ὁ ∆αυίδ· «ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.» Καὶ πάλιν ὁ Σολομών φησιν· «ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται.» Καὶ ὁ ∆αυίδ· «εἶπα, φησίν, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου»· καὶ «λέγε σὺ πρῶτος τὰς ἀνομίας σου.» 370 29, 26 πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων· παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, «ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος» καὶ «ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ». Τὸ δὲ ἐκ τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, εἴγε πᾶσαν τὴν κρίσιν ὁ πάτηρ δέδωκε τῷ υἱῷ.
371 31, 10.1 γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς
ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν. 372 '31, 11.2 ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτὴν τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες. 373 '31, 13 μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖσχερσὶν αὐτῆσ Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους γυμνάζουσα ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. Ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν. 374 '31, 15.1-2 καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ Τὴν ἐκ νυκτὸς