1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

16

ζωῆς δεκτικήν, ἀφ' ὧν τὸ αὐτεξούσιον αὐτῆς γεγονέναι κατασκευάζομεν. 187 18, 22.1 ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας ... 18, 22α.2 ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής «Ὃς εὗρεν» σοφίαν «ἀγαθήν, εὗρεν χάριτας». 188 «Ὁ δὲ κατέχων» κακίαν «ἄφρων καὶ ἀσεβής».

189 19, 4 πλοῦτος προστίθησι φίλους πολλούς· ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ

ὑπάρχοντος φίλου λείπεται Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται. Ἡ γὰρ πνευματικὴ φιλία ἐστὶν ἀρετὴ καὶ γνῶσις θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν, εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις. Οὕτως καὶ ὁ σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτὲ τῆς μείζονος αὐτοὺς θεωρίας καταξιώσας. Οὕτω καὶ Ἀβραὰμ πλουτήσας ἐν γνώσει τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φίλοις φανεῖσιν αὐτῷ. Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γὰρ «καὶ ἀπέστη πνεῦμα θεοῦ ἀπὸ Σαοὺλ καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγε τὸν Σαούλ», πνεῦμα κυρίου λέγων τὸν ἄγγελον· «ὁ ποιῶν γάρ, φησίν, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» Ὅτι δὲ καὶ ἄγγελοι τοὺς ἀνθρώπους πεπίστευνται, διδάσκει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος· «ὁρᾶτε, λέγων, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ πάλιν ὁ Ἰακώβ· «ὁ ἄγγελος ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν». Καὶ ὁ Ζαχαρίας· «καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.» 190 19, 5 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται· ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους τὸν δημιουργὸν βλασφημοῦσιν, οὗτοι ἐγκαλοῦσιν ἀδίκως. Καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνοχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετήν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. 191 19, 7.3-4 ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ· ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν Τὴν τοῦ θεοῦ γνῶσιν νῦν ὠνόμασεν ἔννοιαν καὶ τοὺς εἰδότας αὐτὴν τοὺς καθαροὺς τῇ καρδίᾳ. 192 19, 7.5-6 ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν· ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς κακίαν. 193 19, 10.1 οὐ συμφέρει ἄφρονι τρυφή Οὔτε ἡ νοητὴ τρυφὴ οὔτε ἡ αἰσθητὴ συμφέρει τῷ ἄφρονι. Τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσί, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ κινηθήσεται. 194 19, 11 ἐλεήμων ἀνὴρ μακροθυμεῖ· τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις Εἰ ὁ καυχώμενος ὀρθῶς ἐν κυρίῳ καυχᾶται, ὁ δὲ κύριος ἡμῶν σοφία ἐστίν, ὁ καυχώμενος ἄρα ὀρθῶς ἐν σοφίᾳ καυχᾶται. Τὸ καύχημα τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ὅπερ ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ, ἐπέρχεται τοῖς παρανόμοις, ἀπαλλάττον αὐτοὺς τῆς κακίας νῦν μὲν ἐνδεχομένως, ἀναγκαίως δὲ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. 195 19, 12 βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος· ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ Ὁ κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος γίνεται πρὸς τοὺς ἁμαρτάνοντας, κατακαίων ξύλα, χόρτον, καλάμην καὶ τὴν σάρκα τὴν στρατευομένην κατὰ τοῦ πνεύματος ἀναλίσκων· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ καὶ περιψύχων τὸν ἐκ τῆς πρακτικῆς συμβαίνοντα καύσωνα. 196 19, 13.2 οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας Τὴν ἀκάθαρτον ψυχὴν ἑταίραν ὠνόμασεν καὶ ταύτης τὸ μίσθωμα τὴν κατάστασιν εἴρηκεν, ἀφ' ἧς οὐ καθαραὶ γίνονται προσευχαί. 197 19, 14 οἶκον καὶ ὕπαρξιν μεριοῦσι πατέρες παισίν· παρὰ δὲ κυρίου ἁρμόζεται γυνὴ ἀνδρί Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ