1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

10

5.6 οἷς δὴ ἐκεῖνος ἀχθόμενος ἀπετάξατο μὲν τῷῬωμαίων στρατῷ, αὑτὸν δὲ εὐθὺς ξύν τε τοῖς ἑπομένοις καὶ τῷ 5.7 Σπολιτίῳ Τουτίλᾳ καὶ Γότθοις ἐνέδωκεν. ὅπως δὲ αὐτῷ τε καὶἸωάννῃ τῷ Βιταλιανοῦ ἀδελφιδῷ διχοστατῆσαι συνέβη, ὅπερ τὰῬωμαίων πράγματα μάλιστα ἔσφηλεν, αὐτίκα δηλώσω. 5.8Ἐς τοῦτο ἀπεχθείας Γερμανῷ ἡ βασιλὶς ἦλθεν ἐπιδηλότατόν τε ἅπασι τὸ ἔχθος ἐποίει, ὥστε αὐτῷ κηδεύειν, καίπερ βασιλέως ἀνεψιῷ ὄντι, ἐτόλμα οὐδεὶς, ἄνυμφοί τε αὐτῷ οἱ παῖδες διαγεγόνασι, μέχρις αὐτὴ ἀπελύθη τοῦ βίου. ἥ τε θυγάτηρ αὐτῷἸουστίνα 5.9 ἐπὶ ὀκτωκαίδεκα ἔτη ἡβήσασα ἔτι ἀνυμέναιος ἦν. διά τοι τοῦτο ἡνίκαἸωάννης πρὸς Βελισαρίου σταλεὶς ἀφίκετο ἐς Βυζάντιον, ἐς λόγους αὐτῷ καταστῆναι ὁ Γερμανὸς ἀμφὶ τῇ κηδείᾳ ἠνάγκαστο, καὶ ταῦτα λίαν 5.10 ἀπὸ τῆς ἀξίας τῆς αὐτοῦ ὄντι. ἐπεί τε τὸ πρᾶγμα ἤρεσκεν ἄμφω, ὅρκοις ἀλλήλους ἔγνωσαν δεινοτάτοις καταλαβεῖν ἦ μὴν τὸ κῆδος ἐπιτελέσειν δυνάμει τῇ πάσῃ, ἐπεὶ αὐτοῖν ἑκάτερος τὸ θαρσεῖν ἐπὶ θατέρῳ ὡς ἥκιστα εἶχεν, ὁ μὲν τῷ ξυνειδέναι ὅτι δὴ τῶν ὑπὲρ 5.11 τὴν ἀξίαν ὀρέγοιτο, ὁ δὲ κηδεστοῦ ἀπορούμενος. ἡ δὲ οὐκ ἔχουσα τίς γένηται διὰ πάσης ὁδοῦ ἰοῦσα ἑκάτερον μετιέναι μηχανῇ πάσῃ οὐκ ἀπηξίου, ὅπως ἂν τὰ πρατ5.12 τόμενα διακωλύοι. ἐπεὶ δὲ αὐτοῖν καίπερ πολλὰ δεδιξαμένη ἀναπείθειν οὐδέτερον ἔσχε, διαρρήδην ἀπολεῖν 5.13 τὸνἸωάννην ἠπείλησε. καὶ ἀπ' αὐτοῦἸωάννης αὖθις ἐςἸταλίαν σταλεὶς οὐδαμῆ ξυμμῖξαι Βελισαρίῳ ἐτόλμησε, τὴν ἐξἈντωνίνης ἐπιβουλὴν δείσας, ἕωςἈν5.14 τωνίνα ἐς Βυζάντιον ἦλθε. τήν τε γὰρ βασιλίδα ταύτῃ ἐπιστεῖλαι τὸν αὐτοῦ φόνον οὐκ ἄπο τοῦ εἰκότος ἄν τις ὑπώπτευσε, καὶ τὸνἈντωνίνης σταθμωμένῳ τρόπον ἅπαντά τε Βελισάριον ἐνδιδόναι τῇ γυναικὶ 5.15 ἐπισταμένῳ δέος ἐγίνετο μέγα καὶ τὸν ἐσῄει. τοῦτο γοῦνῬωμαίοις τὰ πράγματα καὶ πρότερον ἐπὶ θατέρου σκέλους ἑστῶτα προσουδίζει χαμαί. 5.16 Βελισαρίῳ μὲν οὖν ὁ Γοτθικὸς πόλεμος τῇδε ἐχώρησεν. ἀπογνοὺς δὲ βασιλέως ἐδεῖτο ὅπως οἱ ἐξῇ ἐν5.17 θένδε ὅτι τάχιστα ἀπαλλαγῆναι. καὶ ἐπεὶ ἐνδεχόμενον βασιλέα τὴν δέησιν ἔγνω, ἄσμενος εὐθὺς ἀπιὼν ᾤχετο, χαίρειν πολλὰ τῷ τεῬωμαίων στρατῷ καὶ τοῖςἸταλοῖς φράσας, καὶ τὰ μὲν πλεῖστα ὑποχείρια τοῖς πολεμίοις ἀπολιπὼν, Περυσίαν δὲ πικρότατα πολιορκίᾳ πιεζομένην, ἥπερ ἔτι αὐτοῦ ὁδῷ ἰόντος κατ' ἄκρας ἁλοῦσα ἐς πᾶσαν κακοῦ ἰδέαν ἦλθεν, ᾗπέρ μοι πρότερον δεδιήγηται. ξυνηνέχθη δὲ καὶ κατὰ τὴν οἰκίαν τύχης ἐναντίωμα ξυμπεσεῖν τοιόνδε. 5.18 Θεοδώρα ἡ βασιλὶς τῆς Βελισαρίου παιδὸς ἐξεργάζεσθαι τὴν ἐγγύην ἐπειγομένη τῷ θυγατριδῷ, συχνὰ 5.19 γράφουσα τοὺς γειναμένους τὴν κόρην ἠνώχλει. οἱ δὲ τὸ κῆδος ἀναδυόμενοι ἀπετίθεντο μὲν ἐς παρουσίαν τὴν σφετέραν τὸν γάμον, μεταπεμπομένης δὲ αὐτοὺς ἐς Βυζάντιον τῆς βασιλίδος, ἀδύνατοι εἶναι ἀπαλ5.20 λάσσεσθαι τανῦν ἐξἸταλίας ἐσκήπτοντο. ἡ δὲ γλιχομένη μὲν κύριον τὸν θυγατριδοῦν τοῦ Βελισαρίου καταστήσεσθαι πλούτου, ᾔδει γὰρ ἐπίκληρον ἐσομένην τὴν παῖδα, οὐκ ὄντος Βελισαρίῳ ἑτέρου του γόνου, ἐπὶ μέντοι τῇἈντωνίνης γνώμῃ θαρσεῖν οὐδαμῆ ἔχουσα, δειμαίνουσά τε μὴ μετὰ τὴν τοῦ βίου καταστροφὴν οὐ φανεῖσα πιστὴ ἐς τὸν αὐτῆς οἶκον, καίπερ αὐτῆς οὕτω φιλανθρώπου ἐν τοῖς ἀναγκαιοτάτοις τυχοῦσα, δια5.21 σπάσηται τὰ ξυγκείμενα, ἐργάζεται ἀνόσιον ἔργον. τῷ γὰρ μειρακίῳ τὴν παιδίσκην ξυνοικίζει οὐδενὶ νόμῳ. φασὶ δὲ ὡς καὶ πλησιάσαι οὔτι ἑκουσίαν ἠνάγκασε κρύβδην, οὕτω τε διαπεπαρθενευμένῃ τὸν ὑμέναιον τῇ κόρῃ ξυστῆναι, τοῦ μὴ βασιλέα τὰ πρασσόμενα δια5.22 κωλῦσαι. τοῦ μέντοι ἔργου ἐξειργασμένου ἔρωτι ἀλλήλοιν διαπύρῳ τινὶ ὅ τεἈναστάσιος καὶ ἡ παῖς εἴχοντο, καὶ χρόνος σφίσιν οὐχ ἥσσων ἢ ὀκτὼ μηνῶν ἐν ταύτῃ 5.23 τῇ διαίτῃ ἐτρίβη. ἡνίκα δὲἈντωνίνα τῆς βασιλίδος ἀπογενομένης ἐς Βυζάντιον ἦλθεν, ἐπελάθετο μὲν ἐθελουσία ὧν ἐκείνη ἔναγχος εἰς αὐτὴν εἴργαστο, ὡς ἥκιστα δὲ ὑπολογισαμένη ὡς, ἤν τῳ ἑτέρῳ ἡ παῖς αὐτῇ ξυνοικίζοιτο, πεπορνευμένη τὰ πρότερα ἔσται, τὸν Θεοδώρας ἔκγονον κηδεστὴν ἀτιμάζει, τήν τε παῖδα ὡς μάλιστα ἀκουσίαν βιασαμένη ἀνδρὸς τοῦ ἐρωμένου 5.24 ἀπέστησε.