1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

11

ὠδινήσας ἀνομίαν συνέλαβεν πόνον ἐπὶ τῷ τεκεῖν ἀδικίαν. ταῦτα τὰ γεννήματα ολεθρον τῷ κυήσαντι προξενεῖ, κολασθησομένῳ δι' ἀνομίαν καὶ ἀδικίαν α ἐποίησεν, οις καταλλήλως καὶ πόνον τὸν ἐν τῇ κολάσει συλλήψεται η πόνον τὸν ἐπὶ τῷ ἁμαρτάνειν. βαρυτάτη γὰρ καὶ ἐπαχθὴς ἡ τῆς ἀνομίας ἐργασία, παραβαλλομένη ταλάντῳ μολίβου· οὐδὲν γὰρ κατωφερέστερον τῆς κακίας ἀεὶ κάτω φερούσης τὸν κατ' αὐτὴν ποιωθέντα. Ειρηταί τισιν ὡς, διὰ τὸ ατακτον τῆς κακίας, πρὸ τῆς συλλήψεως τῆς ὠδινήσεως λεχθείσης. ἐπὶ γὰρ τῶν κυουσῶν μετὰ τὴν σύλληψιν ἡ ὠδὶν μεθ' ην τὸ τεκεῖν, ἐνταῦθα δὲ πρὸ τῆς συλλήψεως ἡ ὠδὶν ὠνόμασται τῷ μηδὲν τῶν ἐν κακίᾳ εἱρμὸν καὶ τάξιν εχειν. ευ δὲ καὶ τὸ προτετάχθαι τῆς ἀδικίας τὴν ἀνομίαν. ἐκ ταύτης γὰρ ανομος γεγονώς τις, οὐκ ετι ὑπὸ τὸν νόμον ἐστὶν τῆς δικαιοσύνης, ὡς λοιπὸν καὶ κατὰ τῶν αλλων ἀνθρώπων ἐπιτίθεσθαι ἐπὶ τῷ ἀδικεῖν αὐτούς. εὑρίσκεται τοῦτο μάλιστα περὶ τὸν Κάϊν· πρότερον γὰρ ανομος γεγονὼς τῷ μὴ ὀρθῶς διαιρεῖν α εδει θεῷ θύειν, υστερον καὶ ἀδικίαν ετεκεν φονικῶς ἐπιθέμενος τῷ ἀδελφῷ. μάλιστα δὲ τῷ διαβόλῳ προσοικειοῦνται αἱ φωναὶ αυται ἀρχεκάκῳ οντι διὰ τὸ πρὸ πάντων ἠνομηκέναι καὶ ἠδικηκέναι. καὶ πᾶς δὲ ἁμαρτάνων πρῶτον ἑαυτόν, ειτα αλλον η αλλους βλάπτει· ἐπιζήμιον γὰρ καὶ βλαπτικὸν ον τὸ κακόν, πρὸ πάντων τὸν μετέχοντα αὐτὸν ζημιοῖ καὶ βλάπτει· ̓Αφροσύνη γὰρ ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, οθεν προσφυῶς ειρηται τὸ ̔Αμαρτάνοντας καταδιώξεται κακά. Τίς δὲ ὁ λάκκος ον ωρυξεν ὁ ψεγόμενος η ην ἐποίησεν κακίαν; γέγραπται γὰρ περὶ ἁμαρτανούσης ψυχῆς ̔Ως ψύχει λάκκος υδωρ, ουτως ψύχει κακία αὐτῆς. βόθρος δὲ πολλαχοῦ τῆς γραφῆς ἀντὶ κακίας λαμβάνεται ὡς τὸ Τυφλὸς τυφλὸν ἐὰν ὁδηγεῖ, ἀμφότεροι ἐμπεσοῦνται εἰς βόθρον· καὶ ἐνταῦθα γὰρ τοὺς ὑπ' ἀγνοίας καὶ αλλης κακίας τυφλοὺς διδασκάλους καὶ μαθητὰς ἐκληπτέον. 46 Ps 7,18 ̓Απὸ τοῦ ἐλπίζειν ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ ἀρξάμενος τοῦ ψαλμοῦ, εἰς εὐχαριστίαν καταπαύει, ὡς εἰκός, τυχὼν τῶν αἰτηθέντων η πιστῶς προσδοκῶν αὐτά· εὐχαριστίαν γὰρ δηλοῖ ἐνταῦθα τὸ ̓Εξομολογήσομαι· διὸ καὶ συνέζευκται αὐτῷ τὸ Ψαλῶ. ἐξομολογεῖται δὲ οὐχ ὡς ετυχεν, ἀλλὰ Κατὰ τὴν δικαιοσύνην τοῦ θεοῦ· καὶ ψάλλει οὐ παρέργως, ἀλλὰ Τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου, ὡς ηδη σχῶν ἐπικεκλημένον ἑαυτῷ αὐτό. διὸ καὶ ὑψηλὸς κατὰ ἁγιότητα καὶ ἀρετήν ἐστιν· οὐδεὶς γὰρ ταπεινὸς ἀλλὰ μόνος ὁ ὑπὲρ εὐσεβείας μετεωριζόμενος μετέσχει τῆς τοῦ ὑψίστου προσηγορίας.

47Ps 8,1 ̔Ο γὰρ ἑκάστου ἀνθρώπου βίος ἀμπελὼν κατὰ τὰς γραφὰς καλεῖται.

περὶ τοῦ τοιούτου Ναβουθαὶ ὁ δίκαιος ἀντέστη τῷ τυραννικῶς ἀπαιτοῦντι, αἱρούμενος τεθνᾶναι μᾶλλον η δοῦναι τὸν ἀμπελῶνα αὐτοῦ τῷ θέλοντι αὐτὸν ποιῆσαι κῆπον λαχάνων. μεγαλόψυχος γὰρ ὁ ἀνὴρ καὶ ὁ ἀμπελὼν περιμάχητος, βίος ων αριστος, πρακτικὸς αμα καὶ θεωρητικός. τοῦτον οἱ πονηροὶ λαμβάνειν ἐθέλουσιν οὐκ ἐπὶ τῷ καρποφορεῖν κατ' αὐτόν, ἀλλὰ κατασπᾶν εἰς πρόσκαιρα καὶ ταχὺ μαραινόμενα πράγματα, λάχανα εἰκότως ὀνομαζόμενα· ̔Ωσεὶ λάχανα γάρ φησι ταχὺ ἀποπεσοῦνται. περὶ τῶν προσκαίρους σπουδὰς ἐχόντων ειρηται τοῦτο. τούτῳ τῷ ἀμπελῶνι παραπλήσιοι καὶ οἱ ἐν τῷ Αισματι τῶν ᾀσμάτων εἰσὶν ὀνομαζόμενοι ἐν τῷ Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, εθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Παρειλήφαμεν δὲ τὰ νῦν ταύτην τὴν λέξιν μόνον τοῦ δεῖξαι χάριν οτι τὸ ονομα τοῦ ἀμπελῶνος σημαίνει βίον. ὁ κατὰ τὸν τοιοῦτον ἀμπελῶνα καρποφορῶν βότρυας ἀληθείας καὶ σταφυλὴν φέρει. τὰ ουτω γενήματα τῆς ἀμπέλου καιρὸν εχοντα τοῦ τρυγηθῆναι δρέψασθαι προσήκει καὶ εἰς ληνοὺς ἀπαγαγεῖν, ιν' ἐκθλιβέντα οινον ποιήσωσι τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου. καὶ ἐπεὶ πρακτικὸς καὶ θεωρητικὸς ὁ βίος τυγχάνει, οἱ μὲν θεωρήματα τῆς ἀληθείας,