11
οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν· ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος, ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ «πάντα ἐν πᾶσιν». 119 10, 17 ὁδοὺς ζωῆς φυλάσσει παιδεία· παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος. 120 10, 18 καλύπτουσιν ἔχθραν χείλη δίκαια· οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν Ἔχθραν τὴν κακίαν λέγει· διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ θεοῦ· «εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ.» Εἰ δὲ ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ, δι' ἧς φίλοι γινόμεθα τοῦ θεοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. 121 10, 24.2 ἐπιθυμία δὲ δικαίου δεκτή «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου», φησὶν ὁ ∆αυίδ. 122 10, 27 φόβος κυρίου προστίθησιν ἡμέρας· ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται Εἰ «φόβος κυρίου προστίθησιν ἡμέρας», «ἀρχὴ δὲ σοφίας φόβος κυρίου», αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι, ὑπὲρ ὧν εὔχεται καὶ ὁ ∆αυὶδ λέγων· «μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου.» Ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε, περὶ οὗ εἴρηται· «καὶ Ἀβραὰμ ἀπέθανε πρεσβύτης καὶ πλήρης ἡμερῶν.» 123 10, 30 δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει· ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου. Καὶ ὁ Παῦλος· «οὐ μὴ φάγω, φησίν, κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω», αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ διάστημα ὀνομάζων. 124 10, 32 χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας· στόμα δὲ ἀσεβῶν ἀποστρέφεται Στόμα νῦν τὸν νοῦν εἴρηκεν.
125 11, 14 οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ
ὑπάρχει ἐν πολλῇ βουλῇ Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ ναυαγοῦντες περὶ τὴν πίστιν. 126 11, 15 πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ· μισεῖ δὲ ἦχον ἀσφαλείας Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν. 127 11, 17 τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλήμων· ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων Ἐνταῦθα τὴν ψύχην ἄντικρυς προσεῖπεν σῶμα. Καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, «ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός», λύχνον μὲν εἰπὼν τὸν νοῦν-αὐτὸς γάρ ἐστιν γνώσεως δεκτικός-, σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος καλοῦσιν. 128 11, 21 χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται· ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστῶν Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος. Καὶ οὗτος σπείρει δικαιοσύνην ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους. 129 11, 24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶν δὲ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται Τοῖς τὰ ἴδια σπείρουσι καὶ πλείονα ποιοῦσιν ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττονούμενοι. Εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. 130 11, 26 ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν· εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις λεγόμενον· «οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.» 131 11, 27 τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν