1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

11

παρεισάγοντες· ποτὲ μὲν εἰς ἄλογα ζῶα καὶ θηρία ταύτας μετεμβιβάζοντες, ποτὲ δὲ εἰς ἰχθύας, καὶ φυτὰ, καὶ ἄλλας τινὰς ἐπανακυκλήσεις καὶ περιόδους κατασπῶντες αὐτὰς καὶ ἀποῤῥαπίζοντες. Ὁ δὲ Χριστὸς καθὸ Θεὸς ὑπάρχων ἀληθὴς καὶ αἰώνιος, ἀθάνατον ψυχὴν καὶ ἀγήρω κατασκευάσας τῷ ἀπ' ἀρχῆς Πνεύματι θείῳ καὶ ἐμφυσήματι, ὅτε τὸν πρῶτον ἐδημιούργησεν ἄνθρωπον, ὡς αἱ θεῖαι καὶ ἀδιάβλητοι τοῦ Μωϋσέως διαγορεύουσι βίβλοι, καὶ πεσοῦσαν μετὰ τοῦ σώματος διὰ τῆς παρακοῆς καὶ τῆς ἀπάτης τοῦ ψυχοφθόρου δράκοντος, ἐλθὼν ἐπὶ γῆς καὶ πολιτευσάμενος, καὶ ὑποδείξας ἡμῖν ὁδὸν σωτηρίας διὰ τοῦ βαπτίσματος καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἐκ τῶν τοῦ ᾅδου πυθμένων εἰς οὐρανοὺς ταύτην ἐπανήγαγεν· καὶ πάλιν ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκροὺς, ἐξαναστήσει τὰ σώματα, καὶ συνάψει ταῖς ἑαυτῶν ψυχαῖς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. λαʹ. Ταῦτα τοῦ μάρτυρος φιλοσοφήσαντος, ὁ παράνομος καὶ ἀποστάτης ἔφη Ἰουλιανός· Ὁρᾶτε, ἄνδρες Ῥωμαῖοι καὶ Ἕλληνες, τουτονὶ τὸν παλαμναῖον καὶ ἀλιτήριον, πόσον ἐκ τῶν Ἑλληνικῶν μαθημάτων κατὰ τῆς ἡμετέρας ἐσχεδίασεν ὕθλον; Μὰ τὸν ἐμοὶ προσφιλέστατον ἥλιον τὸν χρυσαυγῆ καὶ παγκόσμιον, οὐκέτι ἀνέξομαι τοῖς Ἑλλήνων μαθήμασι τὸ Χριστιανῶν ἀθεώτατον ἐκπαιδεύεσθαι γένος· ἰδοὺ γὰρ τῆς ἱερᾶς τῶν λόγων παιδείας καὶ οὗτος ὁ κύων μεταλαβὼν, κἂν οὐκ ἐπ' εὐθείας καὶ ὁμαλοῦ, ἀλλ' ὅμως πολλήν τινα καὶ ἀτερπῆ περὶ τὴν ἱστορίαν μωρολογίαν κατέχεεν τῶν ἱερῶν ἐκείνων καὶ φιλοσόφων ἀνδρῶν. Ταῦτα εἰπὼν, κελεύει τὸν μάρτυρα τοῖς δημίοις παραδοθῆναι, καὶ μαστιγοῦν ἄχρι πεντακοσίων πληγῶν. Οἱ δὲ λαβόντες ᾔκιζον ἀπανθρώπως ταῖς μάστιξι· καὶ ὁ κήρυξ ἐβόα· Ποίησον τὸ τοῦ βασιλέως θέλημα, παῦσαι τῶν μωρολογιῶν καὶ ἀπαλλαγήσῃ τῶν κολαζόντων σε. Ὁ δὲ μάρτυς ἐκαρτέρει τυπτόμενος, σιωπῶν καὶ μηδὲν ὅλως φθεγγόμενος. λβʹ. Ἀτενίσας δὲ πρὸς τὸν τοῦ Χριστοῦ μάρτυρα Μακάριον, ἔφη πρὸς αὐτόν· Σὺ τί λέγεις περὶ σεαυτοῦ, ταλαίπωρον ἀνθρωπάριον; Μακάριος ἔφη· Σὺ εἶ ταλαίπωρος καὶ πάντων ἀνθρώπων ἀθλιώτερος, κύων ῥυπαρὲ καὶ ἀκάθαρτε· ἐγὼ δὲ τῷ ὄντι μακάριός εἰμι καὶ τρισμακάριστος, κατὰ τὴν προσωνυμίαν μου, ὅτι τὸν Χριστὸν ὁμολογῶν προσκυνῶ τὸν Θεοῦ Υἱὸν τὸν ζῶντα καὶ προαιώνιον. Αὐτὸς δὲ τοῦτον ἀπηρνήσω προσκολληθεὶς τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τοῖς ὀλεθρίοις τε καὶ ἀκαθάρτοις δαίμοσιν, οἵ σε καὶ οὐκ ἐθέλοντα τῷ αἰωνίῳ πυρὶ παραπέμψουσιν. Καὶ ὁ Παραβάτης· Οἶδα ὅτι θανατᾷς, καὶ πρὸς ὀργὴν κινῆσαί με σπεύδεις, ἵνα τάχειον ἐξαναλώσω σε· ἀλλ' οὐχ ὡς αὐτὸς ἤλπισας, 96.1281 οὕτως ἔσται σοι, ἀσεβέστατε. Τοῦτο δὲ πρῶτον ἀποκρίνου καὶ δίδασκε, τί τὸ δόξαν ὑμῖν, ὦ παμμίαροι, ὅτι μηδὲ μιᾶς τινος ἐξουσίας ἢ παρὰ βασιλέως ἢ παρά τινος τῶν ἀρχόντων μετειληφότες, παντί τε καὶ πανταχοῦ διατρέχοντες, τὰς τῶν μεγάλων θεῶν σπονδάς τε καὶ θυσίας ἀνατρέπειν σπουδάζετε, διδάσκοντες ἂν τοὺς ἀνθρώπους, τούτους μὴ εἶναι θεοὺς, μηδὲ σωτῆρας τῆς οἰκουμένης, καὶ τοῦ ἀνθρωπείου γένους προνοητάς τε καὶ κηδεμόνας τυγχάνοντας, οὓς ἡ ἀπ' αἰῶνος καὶ ἄνωθεν πατροπαράδοτος τῶν ἀνθρώπων συνήθεια, σέβειν τε καὶ προσκυνεῖν παραδέδωκεν· τὸν δὲ Χριστὸν χθὲς τοῦ εἶναι ἀρξάμενον, καὶ οὐ πρὸ πολλοῦ τῆς ἡμετέρας γενεᾶς, Θεὸν προαιώνιον καὶ βασιλέα τῶν ὅλων ἀνακηρύττετε; λγʹ. Καὶ ὁ Μακάριος· Οὐκ ἠρκέσθης ταῖς Εὐγενίου σοφαῖς ἀποδείξεσιν, ὦ παρανομώτατε, ὅτι τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν ἀεὶ ἐρωτᾷς; Πλὴν ἐγώ σοι τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν ὁμοτρόπως ἀποκριθήσομαι, ὅτι Χριστὸς ὃν σὺ χλευάζεις καὶ διασύρεις ἐπιγελῶν, οὕτως παρακελεύεται. Εἶπεν γὰρ πρὸς τοὺς ἱεροὺς αὐτοῦ μαθητάς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ