1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

12

ὁ δὲ εργα ἐπαινετὰ καρποφορήσει. οὐ μία δέ ἐστιν ἡ ληνὸς ἐφ' ην φέρονται οἱ καρποί, ἀλλὰ πλείους, οθεν οὐχ ὑπὲρ τῆς ληνοῦ ἀλλ' ̔Υπὲρ τῶν ληνῶν ἡ ἐπιλήνιος ᾠδή. πάλιν δ' αυ, ἐπεὶ πολλαὶ αἱ πρακτικαὶ ἀρεταὶ τοῦ καρποῦ, ἑκάστης οἰκείας τις εσται ληνός, αλλη ληνὸς σωφροσύνης ἐφ' ην φέρουσι τοὺς καρποὺς οἱ ἀγαμίαν κατορθοῦντες οἱ κοίτην ἀμίαντον διατηροῦντες, αλλη ἀνδρείας ἐφ' ην οἱ ταύτης γεωργοὶ φέρουσι, καὶ περὶ τῶν ἑτέρων δὲ ἀρετῶν ἐρείδουσι τὰ παραπλήσια. πλειόνων δὲ οὐσῶν ληνῶν εἰς ας φέρουσιν οἱ γεωργοῦντες δίκην ἀμπελώνων τὰς πρακτικὰς ἀρετάς, ἀνάγκη καὶ τοῦ θεωρητικοῦ βίου πλείονας ειναι εἰς ας φέρουσι τὰ δόγματα καὶ θεωρήματα τῆς ἀληθείας οια βότρυς καρποφορήσαντες, τούτων λεγομένων Μὴ λάθῃ τις ἑαυτόν, τὴν ἀντακολούθησιν τῶν ἀρετῶν ἀθετῶν. ενθα γὰρ μία καὶ αἱ ὁμογενεῖς, ἀλλ' ἐπεὶ μὴ πρὸς πάσας τὴν ισην ῥοπὴν εχουσιν οἱ μετέχοντες, ἀφ' ης εχουσι, μᾶλλον τῶν αλλων χρηματίζουσιν· ὁ μᾶλλον δικαιοσύνης μετέχων ἀπὸ ταύτης παρονομάζεται, ὡσαύτως καὶ ἐφ' ἑκάστης τῶν ἑτέρων. ουτω γὰρ νοήσεις καὶ τοὺς λεχθέντας διαφόρους μακαρισμοὺς ἐν τῷ Εὐαγγελίῳ, ἐκ τοῦ πλειστοδυναμοῦντος πράου τινὸς ὀνομαζομένου, ἑτέρου δὲ ἐλεήμονος, καὶ καταλλήλως ἐπὶ τῶν λοιπῶν. ̓Αλλὰ καὶ ἐν ἀριθμῷ οἰκείῳ ἡ ᾠδὴ αυτη τέτακται ὀγδόη ουσα. εχει γὰρ συμφωνίαν πολλὴν πρὸς τὴν ἀναστάσιμον ἡμέραν τοῦ κυρίου, ἐν ῃ τρυγητὸς πολλῶν ἀμπέλων γέγονεν, ἀποστελλομένων τῶν μαθητῶν τοῦ ἀναστάντος ἐκ νεκρῶν μαθητεῦσαι τὰ εθνη πάντα καὶ μαρτυρῆσαι τῷ ἀναστάντι εως ἐσχάτου τῆς γῆς, ιν' ἐκταθῇ ἁπανταχῆ τοῦ ἀναστάντος ἡ προσηγορία, ὡς εὐθέως ἐκ τῶν λέξεων τοῦ ψαλμοῦ παρίσταται. 48Ps 8,2-3 Πάλαι μὲν τοῦ ̓Ισραὴλ μόνου ἐπανέχοντος τῇ θεοσεβείᾳ ἐλέγετο περὶ θεοῦ ̓Εν τῷ ̓Ισραὴλ μέγα τὸ ονομα αὐτοῦ, νῦν δὲ πληρωθείσης τῆς προφητείας τῆς Πάντα τὰ εθνη δουλεύσουσιν αὐτῷ (αὐτὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία), Θαυμαστὸν τὸ ονομά σου ἐν πάσῃ τῇ γῇ γέγονεν τῶν ἁπανταχοῦ μετεχόντων τῆς Χριστοῦ προσηγορίας. ̓Εμεγάλυνεν γὰρ ἐπὶ πάντας τὸ ονομα αὐτοῦ, ὡς ἐν αλλῳ ψαλμῷ φέρεται. τίς δὲ ἡ αἰτία τοῦ ἁπανταχοῦ γῆς θαυμάζεσθαι τὸ ονομα αὐτοῦ ἀποδίδοται ἐν τῷ ἑπομένῳ στίχῳ. ἐπεὶ γάρ φησιν ̓Επήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν, οτε ἀνελήφθης ἐκ νεκρῶν ἀναστάς, οἱ ἁπανταχοῦ γῆς ανθρωποι Χριστιανοὶ καλοῦνται τῇ σοῦ τοῦ Χριστοῦ προσηγορίᾳ. μεγαλοπρέπεια τοῦ σωτῆρος ἐπαιρομένη ἐστὶν ὑπεράνω τῶν οὐρανῶν ἡ οἰκονομία, ην ἀνεδέξατο ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. τί γάρ ἐστιν εὑρεῖν ἐν αὐτῇ ἀπολειπόμενον τοῦ εχειν ἐν μεγάλοις τὸ πρέπον; ὑπεράνω τῶν οὐρανῶν ἐπήρθη ἡ μεγαλοπρέπεια αὐτοῦ καθίσαντος ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς μετὰ τὸ καθαρισμὸν τῶν ἁμαρτιῶν πεποιηκέναι. ταύτῃ τῇ νοήσει ληπτέον καὶ τὸ ὑψηλότερον αὐτὸν τῶν οὐρανῶν γεγονέναι μετὰ τὴν ἀνάστασιν. μήποτε δὲ οἱ ἀπὸ ἐθνῶν πιστεύοντες πάντες καὶ οἱ ἐκ περιτομῆς προσελθόντες τῷ εὐαγγελίῳ, οιαν καὶ οσην ποτὲ ἐὰν εχωσι τοῦ εξω ἀνθρώπου ἡλικίαν, βρέφη εἰσὶν τῇ κακίᾳ, νηπιάζονται διὰ τὸ ἁπλότητα εχειν μὴ εἰδότα τὴν πονηρίαν. διαφορὰ νηπίων καὶ θηλαζόντων παρίσταται ἐκ τῆς λέξεως, τῶν μὲν ετι γάλα δεχομένων τῶν θηλαζόντων, τῶν δὲ ὑπεραναβάντων τὴν ἡλικίαν ταύτην νηπίων χρηματιζόντων, οις κατάλληλον τὸ μετὰ τὸ γάλα βρῶμα κατὰ τὸν ἀπόστολον γράψαντα Κορινθίοις Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. ἐπιστατέον καὶ ἑτέρως· ὁ εἰσαγόμενος, γάλα δεχόμενος, θηλάζων ἐστίν, ὁ δὲ τελειωθεὶς κατὰ φρόνησιν, νηπιάζων δὲ τῇ κακίᾳ, νήπιος ὑπάρχει· τοιοῦτοι δὲ πάντες οἱ στραφέντες καὶ γενόμενοι ὡς τὰ παιδία. 49Ps 8,6 Οὐ γὰρ πολὺ αὐτῶν ἀπολείπεται τὸ πεφυκέναι γνῶσίν σου εχειν καὶ ὁμοιοῦσθαί σοι ἁγιότητος καὶ ἀρετῆς ἀναλήψει ὡς ἐφικτόν. ὀρθότατα δὲ καὶ ̓Ηλάττωσας αὐτὸν ειρηται, ἀλλ' οὐκ ἐλάττονα πεποίηκας. ἰσότιμος γὰρ καὶ ἰσοσθενὴς ων τοῖς ἀθανάτοις λογικοῖς ὁ ανθρωπος ἠλαττώθη ἐκείνων θεοῦ