12
πείσεται· συνεχῶς παρὰ τοῦτο ἴτω τὸ ἰατρεῖον, τῶν τοῦ Πνεύματος ἀκουέτω νόμων διὰ παντὸς τοῦ καιροῦ, καὶ οἴκαδε ἀπελθὼν ἀπογραφέτω τὰ ἀκουσθέντα τῇ διανοίᾳ· καὶ οὕτως ἔσται ἐν ἐλπίσι χρησταῖς καὶ ἀσφαλείᾳ πολλῇ, τῇ πείρᾳ τῆς προκοπῆς αἰσθανόμενος Ὅταν γὰρ ὁ διάβολος ἴδῃ τοῦ Θεοῦ τὸν νόμον ἐγγραφέντα τῇ ψυχῇ, καὶ πλάκας αὐτοῦ γενομένην τὴν καρδίαν, οὐ προσελεύσεται λοιπόν. Ἔνθα γὰρ ἂν ᾖ γράμματα βασιλικὰ, οὐκ ἐν στήλῃ χαραγέντα χαλκῇ, ἀλλ' ἐπὶ θεοφιλοῦς διανοίας ἁγίῳ Πνεύματι τυπωθέντα, καὶ πολλῆς ἀποστίλβοντα τῆς χάριτος, οὐδὲ ἀντιβλέψαι ἐκεῖνος δυνήσεται, ἀλλὰ πόῤῥωθεν ἡμῖν δώσει τὰ νῶτα. Οὐδὲν γὰρ οὕτω φοβερὸν ἐκείνῳ καὶ τοῖς παρ' ἐκείνου ὑποτιθεμένοις λογισμοῖς, ὡς διάνοια τὰ θεῖα μελετῶσα, καὶ ψυχὴ ταύτῃ διαπαντὸς ἐγκειμένη τῇ πηγῇ. Τὴν γὰρ τοιαύτην οὐ λυπῆσαί τι τῶν παρόντων δυνήσεται, κἂν ἀηδὲς ᾖ, οὐ φυσῆσαι καὶ ἐπᾶραι, κἂν αἴσιον ᾖ· ἀλλ' ἐν τοσούτῳ χειμῶνι καὶ ζάλῃ γαλήνης ἀπολαύσεται πολλῆς. βʹ. Οὐ γὰρ παρὰ τὴν τῶν πραγμάτων φύσιν ὁ θόρυβος ἡμῖν ἐγγίνεται, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς διανοίας τῆς ἡμετέρας. Ἐπεὶ εἰ παρὰ τὰ συμβαίνοντα τοῦτο ἐπάσχομεν, πάντας ἀνθρώπους ταράττεσθαι ἔδει. Πάντες γὰρ τὴν αὐτὴν πλέομεν θάλατταν, καὶ κυμάτων καὶ ἅλμης ἐκτὸς εἶναι ἀμήχανον. Εἰ δέ εἰσιν, οἳ τοῦ χειμῶνος ἑστήκασιν ἔξω καὶ τῆς θαλάττης μαινομένης, εὔδηλον ὅτι τὸν χειμῶνα οὐ τὰ πράγματα ποιεῖ, ἀλλ' ἡ κατάστασις τῆς διανοίας τῆς ἡμετέρας. Ἂν οὖν αὐτὴν κατασκευάσωμεν οὕτως, ὡς πάντα φέρειν εὐκόλως, οὐκ ἔσται χειμὼν ἡμῖν, οὐδὲ κλυδώνιον, λευκῆς ἀεὶ τῆς γαλήνης οὔσης. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς προθέμενος μηδὲν 59.39 ὑπὲρ τούτων εἰπεῖν, εἰς τοσοῦτον ταύτης ἐξηνέχθην τῆς παραινέσεως. Σύγγνωτε οὖν τῆς μακρηγορίας ἡμῖν. Καὶ γὰρ δέδοικα, καὶ σφόδρα δέδοικα, μήποτε ἀσθενεστέρα ἡμῖν αὕτη γένηται ἡ σπουδή· ὡς εἴ γε ἐθάῤῥουν ὑπὲρ αὐτῆς, οὐδὲν ἂν διελέχθην τούτων ὑμῖν νῦν· ἱκανὴ γὰρ αὕτη πάντα ὑμῖν ἐξευμαρίσαι τὰ πράγματα. Ὥρα δὲ λοιπὸν ἐπὶ τὰ προκείμενα τήμερον ἰέναι, ὥστε μὴ κεκμηκότας ὑμᾶς προσβάλλειν τοῖς ἀγῶσιν. Ἀγῶνες γὰρ ἡμῖν πρόκεινται πρὸς τοὺς τῆς ἀληθείας ἐχθροὺς, πρὸς τοὺς πάντα μηχανωμένους, ὥστε καθελεῖν τὴν δόξαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ τὴν ἑαυτῶν. Ἡ μὲν γὰρ μένει διαπαντὸς, οἵαπέρ ἐστιν, οὐδὲν παρὰ τῆς βλασφήμου γλώττης ἐλαττουμένη· ἐκεῖνοι δὲ, ὅν φασι προσκυνεῖν, καθελεῖν σπουδάζοντες, τὰ πρόσωπα αὐτῶν ἀτιμίας πληροῦσι καὶ κολάσεως τὴν ψυχήν. Τίνα οὖν ἐστιν ἅ φασιν, ἡμῶν ταῦτα λεγόντων, ἐκεῖνοι; Ὅτι τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐ τὸ ἀΐδιον δείκνυσιν ἁπλῶς· καὶ γὰρ καὶ περὶ οὐρανοῦ τοῦτο καὶ περὶ γῆς ἐλέχθη. Ὢ τῆς ἀναισχυντίας καὶ τῆς ἀνευλαβείας τῆς πολλῆς. Περὶ Θεοῦ σοι διαλέγομαι, καὶ σύ μοι τὴν γῆν φέρεις εἰς μέσον, καὶ τοὺς ἀπὸ τῆς γῆς ἀνθρώπους; Οὐκοῦν ἐπειδὴ Υἱὸς Θεοῦ ὁ Χριστὸς λέγεται καὶ Θεὸς, καὶ ὁ ἄνθρωπος υἱὸς Θεοῦ λέγεται καὶ θεός (Ἐγὼ γὰρ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες), φιλονεικήσεις τῷ Μονογενεῖ τῆς υἱότητος, καὶ οὐδὲν φήσεις αὐτὸν ἔχειν κατὰ τοῦτό σου πλέον; Οὐδαμῶς, φησί. Καὶ μὴν τοῦτο ποιεῖς, κἂν μὴ τῷ λόγῳ λέγῃς. Πῶς; Ὅτι καὶ σὺ χάριτι φῂς τῆς υἱοθεσίας μετειληφέναι καὶ αὐτὸν οὕτω· τῷ γὰρ μὴ φύσει λέγειν αὐτὸν υἱὸν οὐδὲν ἕτερον ἢ χάριτι εἶναι τοῦτο κατασκευάζεις. Πλὴν ἀλλ' ἴδωμεν καὶ τὰς μαρτυρίας, ἃς παράγουσιν ἡμῖν. Ἐν ἀρχῇ, φησὶν, ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Καὶ, Ἦν ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σιφᾶ. Ταῦτά ἐστιν ἃ νομίζουσιν εἶναι ἰσχυρά. Καὶ ἔστιν ἰσχυρά· ἀλλ' εἰς τὸ δεῖξαι τὴν παρ' ἡμῶν λεγομένην ὀρθότητα τῶν δογμάτων· πρὸς δὲ τὸ στῆσαι τὴν βλασφημίαν αὐτῶν ἀσθενέστερά πως ἁπάντων. Τί γὰρ, εἰπέ μοι, κοινὸν ἔχει πρὸς τὸ, Ἐποίησε, τὸ, Ἦν; τί δὲ ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον; Τί τὰ ἄμικτα μιγνύεις, καὶ συγχεῖς τὰ διαιρούμενα, καὶ τὰ ἄνω τὰ κάτω ποιεῖς; Ἐνταῦθα γὰρ τὸ, Ἦν, οὐ δείκνυσι τὸ ἀΐδιον μόνον, ἀλλὰ καὶ τὸ, Ἐν ἀρχῇ ἦν, καὶ τὸ, Ὁ Λόγος ἦν. Ὥσπερ οὖν τὸ,ὢν, ὅταν μὲν περὶ ἀνθρώπου λέγηται, τὸν ἐνεστῶτα χρόνον δηλοῖ μόνον· ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον δείκνυσιν· οὕτω καὶ τὸ, Ἦν, περὶ μὲν τῆς