12
φῶς, ὡς ἱμάτιον. Περιβάλλεται φῶς, ὡς ἱμάτιον, ὡς γνώσεως πανταχόθεν πεπληρωμένος, ὡς ἀκατάληπτον ἔχων οὐ σίαν. Καὶ τὴν ἀκραιφνεστάτην δὲ τοῦ Θεοῦ γνῶσιν ση μαίνει τὸ φῶς· Οἰκεῖ γὰρ φῶς, κατὰ Παῦλον, ἀπρόσ ιτον. Τὸ γὰρ, οἰκεῖν, τὸ ὅλον εἶναι γνῶσιν σημαίνει, δυσ περινόητον ὑπάρχοντα τοῖς νοητοῖς· ἀπρόσιτον γὰρ εἶπε τὸ φῶς. Συνῳδὰ γὰρ τούτοις καὶ ὁ Ἀπόστολος λέγει· Ὁ μόνος ἔχων ἀθανασίαν, ὁ φῶς οἰκῶν ἀπρόσιτον. Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν· ἀποστρέφει γὰρ τὰς ὄψεις ἡ τῆς αἴγλης ὑπερβολή. Εἰ γὰρ ὁ αἰσθητὸς τοῦτο ποιεῖν ἥλιος ἀναγ κάζει τοὺς ἀπλήστως καθορᾷν πειρωμένους, τίς ἱκανὸς τοῦ ἀπροσίτου φωτὸς ἐν περινοίᾳ γενέσθαι; Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινὸν, ἀναβάλλεται δὲ καὶ φῶς ὡς ἱμάτιον, καὶ φῶς οἰκεῖ ἀπρόσιτον, καὶ Νεφέλη καὶ γνό φος κύκλῳ αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐ τοῦ. Καὶ οὐκ ἐναντία ταῦτα ἀλλήλοις· τὸ γὰρ ἀπρόσιτον φῶς τοῖς ὁρᾷν οὐ δυναμένοις τῷ γνόφῳ καὶ τῷ σκότει ταὐτόν ἐστιν· οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ δυνατὸν κατιδεῖν· καὶ τοῦτο μέντοι κἀκεῖνο τῆς θείας φύσεως δηλοῖ τὸ ἀόρατον. Οὐ μὴν ἀλλὰ καὶ Ἰωάννης ὁ θεολόγος περὶ τῆς αὐτῆς οἰκονομίας διηγούμενος, φῶς αὐτὴν ἐκάλεσε λέγων· Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαί 55.647 νει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Ταύτην ὡς ἱμά τιον ἐνδύεται μὲν, ὅτε ὁλοκλήρως τοῖς ὑστερήμασι τῆς σαρκὸς σκέπει τε καὶ κρύπτει τὴν δύναμιν τῆς θεότη τος, οἷον πεινῶν, διψῶν, κοπιῶν, καὶ τὰ τούτων ὑπομέ νων παραπλήσια. Ἀναβάλλεται δὲ φῶς, ἡνίκα ἑαυτοῦ φανεροῖ τὴν θεότητα, ἐπιτιμῶν τῇ θαλάσσῃ, σαλεύων τὴν γῆν, σκοτίζων τὸν ἥλιον· οὐκ ἔτι γὰρ συγχωρεῖ τὴν θεότητα ὑπὸ τῆς ἀνθρωπότητος κρύπτεσθαι. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.
βʹ. Τὴν τῆς δημιουργίας εὐκολίαν διὰ τούτων ἐδίδαξεν. Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κύτη, λόγῳ χρησάμενος μόνῳ. Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Τοῦτο καὶ ὁ μακάριος ἐδί δαξε Μωϋσῆς· ἔφη γὰρ τὸν Θεὸν εἰρηκέναι· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. ∆ιὰ τούτων τὴν πανταχοῦ δι ήκουσαν ἐδήλωσε πρόνοιαν. Ἐφέστηκε γὰρ καὶ ἀνέμοις καὶ νέφεσι, καὶ αὐτὸς ἰθύνει ταῦτα καὶ κυβερνᾷ, καὶ τὴν ἐντεῦθεν φυομένην εἰς καιρὸν δίδωσι χρείαν. ∆ιδάσκει δὲ κατὰ ταὐτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ πάρεστι καὶ τοῖς πᾶσιν ἐφίσταται. Ἐπειδὴ γὰρ τῶν αἰσθητῶν ἁπάντων ὀξυτάτη τῶν ἀνέμων ἡ φύσις (ἐν ἀκαρεῖ γὰρ ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὴν ἕω διατρέχει, καὶ ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν), οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων παραδηλῶν. Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νε φέλῃ τὸν τῶν ὅλων ἐπιφανέντα Θεὸν, καὶ ἐν πῇ σκηνῇ διὰ νεφέλης τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν. Καὶ μέντοι τοῦ Σολομῶντος τὸν οἶκον ἐγκαινίζοντος, νεφέλη τὸν οἶκον ἐκάλυψε· καὶ ὁ ∆εσπότης Χριστὸς ἐν τῷ ὄρει τοῖς τρισὶν ἀποστόλοις φωτεινὴν περὶ αὑτὸν νεφέλην ὑπέδειξε· καὶ ἀναλαμβανόμενον, νεφέλη φωτεινὴ ὑπέλα βεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐ τοῦ πῦρ φλέγον. Ἔδειξεν οὐ τῶν ὁρατῶν αὐτὸν μόνον, ἀλλὰ καὶ τῶν ἀοράτων δημιουργόν. Τοὺς δὲ αὐτοὺς καὶ πνεύματα καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν καὶ τὸ ταχὺ δι' ἑκατέρων διδάσκων. Ὀξεῖα μὲν γὰρ τοῦ πνεύ ματος ἡ φύσις· ἰσχυρὰ δὲ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀγγέ λοις δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς καὶ εὐεργε τεῖ τοὺς ἀξίους, καὶ κολάζει τοὺς ἐναντίους. ∆ιὰ τοῦτο καὶ πυρὸς ἐμνημόνευσε, τὴν