1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

12

ἐν τοῖς στρατιωτικοῖς καταλόγοις βασιλεὺς αὐτοὺς ἐς τοῦ Παλατίου τὴν φυλακὴν ἐπελέξατο. κάλλιστοι γὰρ 6.4 ἅπαντες τὰ σώματα ἦσαν. χρόνῳ δὲ ὕστερονἈναστασίῳ τὴν βασιλείαν παραλαβόντι πόλεμος πρὸς τὸἸσαύ6.5 ρων ἔθνος ὅπλα ἐπ' αὐτὸν ἀραμένους κατέστη. στρατιάν τε λόγου ἀξίαν ἐπ' αὐτοὺς ἔπεμψεν, ἧσπερἸωάννης ἡγεῖτο, ἐπίκλησιν Κυρτός. οὗτοςἸωάννης τὸνἸουστῖνον ἁμαρτάδος τινὸς ἕνεκα ἐν δεσμωτηρίῳ καθεῖρξεν, ἡμέρᾳ τε τῇ ἐπιούσῃ ἐξ ἀνθρώπων αὐτὸν ἀφανιεῖν ἔμελλεν, εἰ μή τις μεταξὺ ἐπιγενομένη ὄψις 6.6 ὀνείρου ἐκώλυσεν. ἔφη γάρ οἱ ἐν ὀνείρῳ ὁ στρατηγὸς ἐντυχεῖν τινα παμμεγέθη τε τὸ σῶμα καὶ τἄλλα 6.7 κρείσσω ἢ ἀνθρώπῳ εἰκάζεσθαι. καὶ τὸν μέν οἱ ἐπισκῆψαι μεθεῖναι τὸν ἄνδρα, ὅνπερ καθείρξας ἐκείνῃ τῇ ἡμέρᾳ ἐτύγχανεν· αὐτὸν δὲ τοῦ ὕπνου ἐξαναστάντα 6.8 ἐν ἀλογίᾳ τὴν τοῦ ὀνείρου ὄψιν ποιήσασθαι. ἐπιλαβούσης δὲ καὶ ἑτέρας νυκτὸς ἐδόκει μέν οἱ ἐν τῷ ὀνείρῳ καὶ αὖθις τῶν λόγων ἀκούειν ὧνπερ ἠκηκόει τὸ πρότερον, ἐπιτελέσαι δὲ τὰ ἐπιτεταγμένα οὐδ' ὣς 6.9 βεβουλῆσθαι. τρίτον τέ οἱ ἐπιστᾶσαν τὴν τοῦ ὀνείρου ὄψιν ἀπειλῆσαι μὲν τὰ ἀνήκεστα, ἢν μὴ τὰ ἐπηγγελμένα ποιοίη, ἐπειπεῖν τε ὡς αὐτοῦ τε τοῦ ἀνθρώπου καὶ τῆς ξυγγενείας χρέος οἱ μέγα ὀργισθησομένῳ ἐς χρόνον τὸν ὄπισθεν εἴη. 6.10 Τότε μὲν οὖν οὕτωςἸουστίνῳ περιεῖναι ξυνέβη, προϊόντος δὲ τοῦ χρόνου ἐς μέγα δυνάμεως οὗτοςἸου6.11 στῖνος ἐχώρησεν. ἄρχοντα γὰρ αὐτὸνἈναστάσιος βασιλεὺς κατεστήσατο τῶν ἐν Παλατίῳ φυλάκων. ἐπειδή τε ὁ βασιλεὺς ἐξ ἀνθρώπων ἠφάνιστο, αὐτὸς τῇ τῆς ἀρχῆς δυνάμει τὴν βασιλείαν παρέλαβε, τυμβογέρων μὲν γεγονὼς ἤδη, ἀμάθητος δὲ γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος ὢν, οὐ γεγονὸς ἔν 6.12 γεῬωμαίοις πρότερον τοῦτό γε. εἰθισμένον δὲ γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι τὸν βασιλέα, ὅσα ἂν ἐπαγγέλλοντος αὐτοῦ γίνοιτο, αὐτὸς μέντοι οὔτε ἐπαγγέλλειν οὔτε τοῖς πρασσομένοις ξυνεπίστασθαι 6.13 οἷός τε ἦν. ὃς δὲ παρεδρεύειν αὐτῷ ἔλαχεν, ἀρχὴν ἔχων τὴν τοῦ καλουμένου κοιαίστωρος Πρόκλος ὄνο6.14 μα, αὐτὸς δὴ αὐτονόμῳ γνώμῃ ἅπαντα ἔπρασσεν. ὅπως δὲ μαρτυρίαν τῆς βασιλέως χειρὸς ἔχοιεν, οἷς δὴ 6.15 ἐπίκειται τὸ ἔργον τοῦτο, ἐπενοήθη τάδε. ξύλῳ εἰργασμένῳ βραχεῖ ἐγκολάψαντες μορφήν τινα γραμμάτων τεττάρων, ἅπερ ἀναγνῶναι τῇ Λατίνων φωνῇ δύναται, γραφίδα τε βαφῇ βάψαντες, ᾗ βασιλεῖς γράφειν εἰώ6.16 θασιν, ἐνεχειρίζοντο τῷ βασιλεῖ τούτῳ. καὶ τὸ ξύλον, οὗπερ ἐμνήσθην, τῷ βιβλίῳ ἐνθέμενοι, λαβόμενοί τε τῆς βασιλέως χειρὸς, περιῆγον μὲν ξὺν τῇ γραφίδι ἐς τῶν τεττάρων γραμμάτων τὸν τύπον, ἐς πάσας τε τὰς τοῦ ξύλου αὐτὴν περιελίξαντες ἐντομὰς οὕτω δὴ ἀπηλλάσσοντο, τοιαῦτα βασιλέως γράμματα φέροντες. 6.17 Τὰ μὲν ἀμφὶ τῷἸουστίνῳ ταύτῃῬωμαίοις εἶχε. γυναικὶ δὲ ὄνομα Λουππικίνῃ ξυνῴκει. αὕτη δὲ δούλη τε καὶ βάρβαρος οὖσα τοῦ πρόσθεν αὐτὴν ἐωνημένου παλλακὴ γέγονε. καὶ αὐτὴ μὲν ξὺνἸουστίνῳ ἐπὶ βίου δυσμαῖς τὴν βασιλείαν ἔσχεν. 6.18Ἰουστῖνος μὲν οὖν οὔτε τι πονηρὸν τοὺς ὑπηκόους ἐργάζεσθαι οὔτε ἀγαθὸν ἴσχυεν. εὐηθείᾳ γὰρ πολλῇ εἴχετο, ἄγλωττός τε παντάπασιν ὢν καὶ ἀγροικιζόμενος 6.19 μάλιστα. ἀδελφιδοῦς δὲ αὐτῷἸουστινιανὸς νέος ὢν ἔτι διῳκεῖτο τὴν ἀρχὴν ξύμπασαν καὶ γέγονεῬωμαίοις ξυμφορῶν αἴτιος, οἵας τε καὶ ὅσας ἐς τὸν ἅπαντα αἰῶ6.20 να οὐδείς που πρότερον ἀκοῇ ἔλαβεν. ἔς τε γὰρ ἀνθρώπων ἄδικον φόνον καὶ χρημάτων ἁρπαγὴν ἀλλοτρίων ῥᾷστα ἐχώρει, καὶ οὐδὲν ἦν αὐτῷ μυριάδας πολλὰς ἐξ ἀνθρώπων ἀφανισθῆναι, καίπερ αὐτῷ αἰτίαν 6.21 οὐδεμίαν παρασχομένων. καὶ φυλάσσειν μὲν τῶν καθεσταμένων οὐδὲν ἠξίου, ἅπαντα δὲ νεοχμοῦν ἐς ἀεὶ ἤθελε, καὶ τὸ ξύμπαν εἰπεῖν, μέγιστος δὴ οὗτος ἦν 6.22 διαφθορεὺς τῶν εὖ καθεστώτων. τὸν μὲν οὖν λοιμὸν, ὅσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καίπερ ἐπισκήψαντα εἰς τὴν γῆν ξύμπασαν, διέφυγον ἄνθρωποι οὐχ ἥσσους ἢ ὅσοις διαφθαρῆναι τετύχηκεν, ἢ οὐδαμῆ τῇ νόσῳ ἁλόντες ἢ περιγενόμενοι, ἐπειδὴ 6.23 σφίσιν ἁλῶναι ξυνέβη. ἄνδρα δὲ τοῦτον διαφυγεῖν ἀνθρώπῳ γε ὄντιῬωμαίῳ τῶν πάντων οὐδενὶ ξυνηνέχθη, ἀλλ'