13
προνοίᾳ, δι' ου σὺ δὲ μόνος ὁ προνοούμενος θνητῇ ὑπερβληθεὶς ζωῇ τῷ σαρκὶ συμπλακῆναι. ἀλλ' εἰ καὶ ουτω γέγονε τὰ κατ' αὐτόν, ομως εχει ὑπερβάλλουσαν τιμὴν τιμῇ καὶ δόξῃ στεφανωθεὶς ὑπὸ σοῦ ἐν τῷ κατ' εἰκόνα καὶ ὁμοίωσιν σὴν γεγονέναι, δι' ην εἰκόνα καὶ ὁμοίωσιν ἐνεχείρισας λογικῷ οντι τὴν τῶν θνητῶν ζῴων προστασίαν ὑποτάξας αὐτῷ τὰ πάντα ὡς ὑπὸ πόδας αὐτὰ εχειν. Ταύτας τὰς λέξεις περὶ Χριστοῦ εἰρημένας ̔Εβραίοις γράφει Παῦλος ωδε ἀρχόμενος τῆς περιοχῆς· ∆ιεμαρτύρατο δέ που τις Τί ἐστιν ανθρωπος, οτι μιμνῄσκῃ αὐτοῦ; καὶ θεὶς ἐφεξῆς τὰς ἑτέρας λέξεις τοῦ ψαλμοῦ ἐπήγαγεν Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν ̓Ιησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον· επρεπεν γὰρ αὐτῷ, δι' ου τὰ πάντα καὶ δι' ον τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. 50Ps 8,8-9 Ορα τὴν ἀκολουθίαν· οὐ καθάπαξ πάντων θνητῶν ζῴων αρχειν τέθειται, ἀλλὰ τῶν ἡμέρων. οὐ γὰρ κρατεῖ μονοκέρωτος, οὐδὲ τῶν αλλων ἰσχυρῶν τε καὶ ἀγρίων παρίσταται ὡς ἡμέρων αρχειν ἐκ τοῦ Πρόβατα καὶ βόας πάσας, ετι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, καὶ τὰ ἑξῆς. Νομίζω τοῦτο μὴ καλῶς εἰρῆσθαι. πρὸ γὰρ τῆς παραβάσεως καὶ τούτων ηρχεν ὁ ανθρωπος· οἱ δίκαιοι δὲ καὶ τούτων μετὰ τὴν παράβασιν αρχουσιν, ὡς ∆ανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων βληθεὶς καὶ μηδεμίαν ἐξ αὐτῶν ὑποστὰς βλάβην, καὶ ὁ Παῦλος τὴν εχιδναν τῆς ἑαυτοῦ χειρὸς ἐκτινάξας ἐπὶ τὴν πυράν. Θῆρες γὰρ αγριοι, φησίν, εἰρηνεύσουσίν σοι· πρὸς δὲ τούτοις διὰ τῶν κτηνῶν τοῦ πεδίου περιείληπται καὶ τὰ θηρία, ὡς ἐν τῇ Γενέσει μεμαθήκαμεν. 51 Ps 8,10 Επρεπεν τὴν ἐπὶ ἀναστάσει τοῦ σωτῆρος λεγομένην ᾠδὴν ομοιον εχειν τῇ ἀρχῇ τὸ τέλος· καὶ γὰρ ἀρχόμενος καὶ λήγων τῇ αὐτῇ κέχρηται λέξει, διδάσκοντος τοῦ πνεύματος τὴν ἀρχὴν τῷ τέλει καθ' ὑποκείμενον ειναι· συνᾴδει τῷ ̔Ως θαυμαστὸν τὸ ονομά σου ἐν πάσῃ τῇ γῇ τὸ Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.
52 Ps 9,1 Μὴ προσκειμένου δὲ τοῦ τίνος ὁ υἱὸς ὑπάρχει, φανερὸν οτι ὁ σωτήρ
ἐστιν δηλούμενος πολλαχοῦ ουτως ὀνομαζόμενος. ἐν γοῦν τῇ πρὸς ̔Εβραίους ἐπιστολῇ ὁ Παῦλος, Χριστός, ειπεν, ὡς υἱὸς ἐπὶ τὸν οικον αὐτοῦ, ου οικός ἐσμεν ἡμεῖς· καὶ πάλιν ̓Επ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ· καὶ αὐτὸς δὲ ὁ σωτὴρ περὶ ἑαυτοῦ ἐν τῷ Εὐαγγελίῳ ̓Εὰν ουν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, οντως ἐλεύθεροι γενήσεσθε. Ευ δὲ καὶ τὸ Εἰς τέλος ἀναφορὰν εχειν τὴν προκειμένην ἐπινίκιον ᾠδήν. τοῦ γὰρ τέλους ἐκείνου χάριν ἐπεδήμησεν ὁ σωτήρ, περὶ ου ὁ πρόκριτος τῶν ἀποστόλων γράφει Κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν, περὶ ης σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, καὶ μετ' ὀλίγα Προμαρτυράμενοι τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Ισως ̓Ιουδαῖοι περὶ τοῦ ̓Αβεσσαλὼμ οντος υἱοῦ τοῦ ψάλλοντος ἐροῦσιν τὴν ἐπιγραφὴν ειναι, ἐλεγχόμενοι ὡς οὐ καλῶς αὐτὴν ἐξειλήφασιν, ατε διὰ πάντων ἐσφαλμένοι τῷ μὴ ἐρευνᾶν τὰς γραφάς. τί γὰρ καὶ πειθανὸν εἰπεῖν εχουσιν εἰς τὸ Περὶ τῶν κρυφίων, εἰ μὴ αρα περὶ τῶν κρύβδην γεναμένων σκέψεων τοῦ ̓Αβεσσαλὼμ ἀροῦσιν τὰ ὑπὲρ τῶν κρυφίων κεῖσθαι; εχει δὲ πολλὴν εὐήθειαν τὸ λεγόμενον ὑπ' αὐτῶν. 53 Ps 9,5-6 ̔Η τοιαύτη κάθισις κριτὴν αὐτὸν σημαίνει, ἀλλ' οὐ τὸ ἐπί τινος καθέδρας ἱδρῦσθαι. ἐπίστησον, εἰ χώραν εχει ετι εἰπεῖν, ἐπιτιμηθέντων τῶν ἐθνῶν, ἀπόλλυσθαι ἀσεβῆ τὸν αθεον τρόπον αὐτῶν ωστε μηκέτι χρηματίζειν αὐτούς. συμβήσεται δὲ τοῦτο, πληρουμένου τοῦ πρότερον εἰρημένου εχοντος ουτως· ̔Οδὸς ἀσεβῶν ἀπολεῖται. 54 Ps 9,7a ̔Ρομφαῖαι δὲ τοῦ ἐχθροῦ ειεν αν ισως αἱ αἱρετικαὶ διδασκαλίαι καὶ αἱ κατ' ειδος κακίαι, αι τινες ἐξέλειπον ὡς μηκέτι δύνασθαι ὑπεραγωνίζεσθαι ων ειχον πόλεων, καὶ αὐταὶ καθαιρεθήσονται· ἀθροίσματα δὲ αἱ πόλεις παρανόμως συστᾶσαι