13
ἀνάγεται διὰ τῆς τῶν φωνῶν τούτων σημασίας χειραγωγούμενος, τῷ μηδεμίαν φύσεως διαφορὰν ὑπὸ τῆς θεὸς φωνῆς καὶ ὑπὸ τῆς ση 75 μασίας τοῦ υἱοῦ παρεισάγεσθαι. πῶς γὰρ ἂν ἄλλο τι παρὰ 75 τὴν τοῦ πατρὸς νοηθείη φύσιν ὁ ἀληθῶς θεοῦ υἱὸς ὢν καὶ αὐτὸς θεὸς ὤν; ἀλλ' ἵνα μὴ φθάσῃ ταῖς καρδίαις τῶν ἀκηκοότων ἐντυπωθῆναι διὰ τῶν ὀνομάτων τούτων τὰ τῆς εὐσεβείας νοήματα, εὐθὺς λέγει κτίσεως αὐτὸν πρωτότοκον οὐκ ἄνευ τῆς πρὸ τοῦ εἶναι γεννήσεως ὀνομα ζόμενον υἱόν, πρὸ πάσης κτίσεως γενόμενον, οὐκ ἄκτιστον. ὡς ἂν οὖν φανείη καὶ τὰς πρώτας φω νὰς ὁ κακοῦργος ἀντὶ δελεάματος τοῖς ἀνθρώποις προτείνων, ὥστε παραδεχθῆναι τὸ δηλητήριον οἷόν τινι μέλιτι τοῖς εὐσεβεστέροις ὀνόμασι γλυκαινόμενον, μικρὸν τῷ λόγῳ προσ 76 διατρίψωμεν.
Τίς οὐκ οἶδεν ὅση τοῦ μονογενοῦς πρὸς τὸν πρωτότοκον ἡ κατὰ τὸ σημαινόμενόν ἐστι διαφορά; οὔτε γὰρ μονογενὴς μετὰ ἀδελφῶν νοεῖται οὔτε χωρὶς ἀδελφῶν ὁ πρωτότοκος, ἀλλ' ὁ μὲν πρωτότοκος μονογενὴς οὐκ ἔστιν· ἀδελφῶν γάρ ἐστι πάντως πρωτότοκος· ὁ δὲ μονο γενὴς ἀδελφὸν οὐκ ἔχει· οὐ γὰρ ἂν εἴη μονογενὴς ἐν ἀδελ φοῖς ἀριθμούμενος. καὶ ἔτι πρὸς τούτοις, ἧσπερ ἂν οὐσίας ὦσιν οἱ ἀδελφοὶ τοῦ πρωτοτόκου, τῆς αὐτῆς ἔσται πάντως καὶ ὁ πρωτότοκος. καὶ οὐ τοῦτο μόνον ὑπὸ τῆς φωνῆς ταύτης σημαίνεται, ἀλλ' ὅτι καὶ παρὰ τοῦ αὐτοῦ τὸ εἶναι ἔχει αὐτός τε ὁ πρωτότοκος καὶ οἱ μετ' ἐκεῖνον γενόμενοι, οὐδὲν τοῦ πρωτοτόκου πρὸς τὴν γέννησιν τῶν ἐφεξῆς συν εισφέροντος. ὡς διὰ τούτων ψευδῆ τοῦ Ἰωάννου τὴν φωνὴν εἶναι κατασκευάζεσθαι τὴν μαρτυροῦσαν ὅτι Πάντα δι' 77 αὐτοῦ ἐγένετο. εἰ γὰρ πρωτότοκός ἐστιν, μόνοις τοῖς κατὰ τὸν χρόνον πρεσβείοις τῶν μετ' αὐτὸν γεγονότων διαφέρει πάντως, ἄλλου ὄντος δι' οὗ καὶ τούτῳ καὶ τοῖς λοιποῖς ἡ πρὸς τὸ εἶναι γέγονε δύναμις. ἀλλ' ὡς ἂν μή τινι τῶν συκοφαντούντων ὑπόνοιαν δοίημεν ὡς μὴ παραδεχόμενοι τὰς θεοπνεύστους φωνὰς δι' ὧν ἐνιστάμεθα, πρότερον τὴν ἡμετέραν διάνοιαν, ἣν ἔχομεν περὶ τῶν ὀνομάτων τούτων, παραθησόμεθα, εἶθ' οὕτω τὴν τοῦ βελτίονος κρίσιν τοῖς ἀκροωμένοις προσθήσομεν.
78 Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτίσιν δι' ἐκείνου γενέσθαι, ἀλλ' ὅτι τῆς ἀρχαίας τῶν ἀνθρώπων κτίσεως παλαιωθείσης τε καὶ ἀφανισθείσης, καθὼς αὐτὸς ὀνομάζει, ἄλλης δὲ καινῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ ταύτης ἄλλος τις καθηγήσατο, ἀλλὰ πάσης τῆς διὰ τοῦ εὐαγγελίου τῶν ἀνθρώπων γενομένης κτίσεως αὐτός ἐστιν ὁ πρωτότοκος. καὶ ὡς ἂν σαφέστερον γένοιτο τὸ περὶ 79 τούτου νόημα, οὑτωσὶ τὸν λόγον διαληψόμεθα. τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος ἀπόστολος, ἅπαξ μὲν οὕτως εἰπὼν ὅτι πρωτότοκος πάσης κτίσεως, πάλιν δὲ ὅτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, ἐκ τρίτου δὲ ὅτι πρω τότοκος ἐκ τῶν νεκρῶν, μετὰ ταῦτα δὲ ἀπόλυτόν τε καὶ ἀσυζυγῆ τὴν φωνὴν παρατίθεται εἰπών· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. οὐκοῦν ἥνπερ ἂν διάνοιαν ἐπὶ τῶν ἄλλων συζυγιῶν τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκολούθως τὴν αὐτὴν καὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἐφαρμόσομεν. μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὔσης φωνῆς, ἀνάγκη πᾶσα μίαν εἶναι καὶ τὴν σημαινομένην διά 80 νοιαν. πῶς γίνεται τοίνυν πρωτότοκος ἐν πολλοῖς ἀδελ φοῖς; πῶς δὲ ἐκ νεκρῶν πρωτότοκος; ἢ τοῦτο πάντως ἐστὶ δῆλον, ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς αἷμα καὶ σάρκα, καθώς φησιν ἡ γραφή, ὁ δι' ἡμᾶς γενόμενος καθ' ἡμᾶς καὶ σαρκὸς καὶ αἵματος κοινωνήσας, μέλλων ἡμᾶς μετα ποιεῖν ἐκ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι' ὕδατος καὶ πνεύματος αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο, διὰ τοῦ ἰδίου βαπτίσματος τὸ ἅγιον πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος, ὥστε πάντων τῶν πνευ ματικῶς ἀναγεννωμένων πρωτότοκον αὐτὸν γενέσθαι καὶ ἀδελφοὺς ὀνομάσαι τοὺς τῆς ὁμοίας αὐτῷ διὰ τοῦ ὕδατος 81 καὶ τοῦ πνεύματος