13
κολαστικὴν σημαίνων ἐνέρ γειαν. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐ τῆς. Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος, Ἐπὶ τῆς ἕδρας αὐτῆς. Ποίαν ἀσφάλειαν, ὦ προφῆτα, ὅπου τοσοῦτον ὕδωρ ὑπόκειται καὶ πέλαγος ἀχανὲς τὸ φέρον ὑπὲρ τῶν νώτων αὐτήν; Καὶ γὰρ ἀλλαχοῦ τοῦτο δηλῶν ἔλεγε· Τῷ στε ρεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ἐπειδὴ γὰρ ὁ θεμέλιος οὐκ ἀσφαλὴς, ἀλλὰ σφόδρα σαθρὸς ἦν, ἐν αὐτῇ τὴν ἀσφάλειαν ἔθηκεν ὁ ποιήσας. Τίς δὲ αὕτη ἡ ἀσφά λεια; Ἡ δύναμις τοῦ ἐργασαμένου. Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Γῆν δὲ καλεῖ τὸν ἄνθρωπον. Τοῦτον τοίνυν ἐπὶ τὴν ἀσφάλειαν θεμελιοῖ τῆς πίστεως, ὅστις οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, δηλαδὴ ἐν τῷ μέλλοντι. Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὴν γὰρ ἐφ' ἑαυτὴν ἑδράσας δέδωκεν αὐτῇ τὸ ἀκίνη τον· καὶ τοῦτον διαμένει τὸν τρόπον, ἐφ' ὅσον ἂν αὐτὸς ἐθελήσῃ. Οὕτω καὶ ἀλλαχοῦ φησι· Κρεμῶν τὴν γῆν ἐπ' οὐδενός. Ἄβυσσος, ὡς ἱμάτιον, τὸ περιβό λαιον αὐτοῦ. Τὸ Αὐτοῦ ἀντὶ τοῦ αὐτῆς τέθεικεν οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτήν. Ἄβυσσον δὲ κα λεῖ ἡ θεία Γραφὴ τὴν ὑγρὰν οὐσίαν. Οὕτω καὶ ἐν ἀρχῇ τῆς κτίσεως ὁ μακάριος ἔφη Μωϋσῆς· Ἡ δὲ γῆ ἦν ἀό ρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἐπειδὴ τοίνυν ἡ γῆ πανταχόθεν ὕδατι περι έχεται, καὶ τὰ μεγάλα μὲν καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρματα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα πλεόμενα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ. Καὶ ἄλλως δὲ τὴν ἄβυσσον ἐπὶ ἀκαταληψίας εὑ ρήσεις κειμένην, ἐν τῷ, Τὰ κρίματά σου, Κύριε, ἄβυσ σος πολλή. Ἀνεξερευνήτων γὰρ ὄντων τῶν κριμάτων αὐτοῦ, οὐκ ἔστι κατάληψιν αὐτῶν εὑρεῖν· διὸ καὶ οὐχ 55.648 ἁπλῶς ἀβύσσῳ, ἀλλὰ πολλῇ παραβάλλονται. Καὶ τὸν Θεὸν οὖν, οὗ πολλὴ ἄβυσσος τὰ κρίματά ἐστι, περιβολαίου δίκην καλύπτει ἀκαταληψία, ἄβυσσος ὀνομαζομένη. Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σοι φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. ∆ιὰ πάντων διδάσκει τοῦ Θεοῦ τὴν προμήθειαν ἐφεστῶσαν τῇ κτίσει. Τούτου χάριν γὰρ τὰς τῶν ὀρῶν κορυφὰς ἡ θάλαττα μιμουμένη, τοῖς κύμα σιν οὐκ ἐπικλύσει τὴν ἤπειρον, ἀλλὰ καθάπερ ἡμεῖς τὴν βροντὴν κατεπτήχαμεν, οὕτως ἐκείνη τὸν κείμενον δέ διεν ὅρον. Τὸ δὲ, Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα ἀντὶ τοῦ, ὡς ὄρος ἕστηκε· τὸ δὲ, Ἀναβαίνουσιν ὄρη ἀντὶ τοῦ, ὡς ὄρη. Νεφέλας οἶμαι δηλοῦν αὐτὸν τὰς ὑπὲρ τῆς κορυφῆς τῶν ὀρέων. Τούτοις γὰρ τοῖς χωρίοις μάλιστα ἐμφιλοχωροῦσιν αἱ νεφέλαι, ὥστε μὴ τὰ οἰκούμενα σκο τίζεσθαι συνεχῶς· Αἳ, ὅταν βουληθῇς, φησὶ, πᾶσαι τὸ οἰκεῖον ἀπολαμβάνουσι χῶρον, καὶ διαλύονται, καὶ ὀθόνη γίνονται. Καὶ ἄλλως δὲ ὄρη τοὺς προφήτας διὰ τὸ ὕψος τῆς θεωρίας καλεῖ. Ἐν αὐτοῖς ὕδατα ἵστανται, οἷς οἱ διψῶντες τὸ ὕδωρ τῆς διδασκαλίας ποτίζονται. Ποίας δὲ ἐπιτιμήσεως; Τῆς κατὰ τῶν Ἰουδαίων. Τοῦτο γὰρ προ φήτης ἕτερος δείκνυσι· φησὶ γὰρ, Καὶ δώσω αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ὅταν γὰρ ὁ Θεὸς ὀργισθῇ σπανίζεται τὰ τῶν προφητῶν ὕδατα, ἐπειδήπερ οὐκ ἀφ' ἑαυτῶν τὴν χορηγίαν κέκτηνται. Φωνὴν δὲ βροντῆς λέγε τὴν τοῦ Εὐαγγελίου, ἣν οὐκ ἀποφεύγει, ἀλλὰ δειλιᾷ τὰ τῶν προφητῶν ὕδατα διὰ τὸ ὑπερέχον τῆς ἐν αὐτοῖς γνώ σεως. Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται, οὐδὲ ἐπιστρέ ψουσι καλύψαι τὴν γῆν.
γʹ. Αἰσχύνεται τὴν ψάμμον ἡ θάλασσα, καὶ μέχρις ἐκεί νης λυττῶσα, καθάπερ χαλινῷ, τῷ ὅρῳ τῷ θείῳ κωλυο μένη, ἀναχαιτίζεται πάλιν καὶ εἰς τοὐπίσω χωρεῖ. Ἢ τοῦτο· οὐδὲ γὰρ πάσας αὐτῶν τὰς ἀποκαλύψεις οἱ προ φῆται ἀπαγγέλλουσι· μόνα δὲ ἅπερ αὐτοῖς ἀποκαλύψαι προστάττεται, ἵνα μὴ τῷ πλήθει καλύψωσι τὴν γῆν, τουτέστι, τὸν ἄνθρωπον χωρῆσαι μὴ δυνάμενον· καὶ μαρτυρεῖ Παῦλος λέγων· Ἤκουσα ἄῤῥητα