14
καὶ διοικούμεναι. γέγραπται γὰρ περὶ τοῦ ἱδρυσαμένου αὐτὰς ὡς ειη Οἰκοδομῶν πόλεις ἐν αιμασιν καὶ ἑτοιμάζων πόλεις ἐν ἀδικίαις. ἡ γὰρ υλη αὐτῶν ἀδικήματα καὶ εκχυσις αἱμάτων τῶν σκανδαλιζομένων ἐστίν. ταύτας καθελεῖ ἐπιδημήσας ὁ σωτήρ, καθελῶν τὸν ἐχθρὸν τυραννικῶς κρατεῖν θέλοντα ων ῳετο ἐσχηκέναι πόλεων. οἱ ταύτην τὴν ἀνδραγαθίαν ομματι θείῳ θεασάμενοι εὐφημοῦντες τὸν ἀριστέα φασὶν ὡς ἐκ μιᾶς φωνῆς τὴν χαριστήριον προφέροντες φωνήν, ἀρχόμενοι ωδε· Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ονομά σου, οτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, κύριε, οτι εθηκας πόλεις εἰς χῶμα, πόλις τῶν ἀσεβῶν εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. ἐπίστησον εἰ σημαίνει τὸ ἀνέγερτον πτῶμα τῆς ̔Ιερουσαλὴμ, τοῦ σωτῆρος ἐν αὐτῇ σταυρωθέντος, τῶν πολιτῶν αὐτῆς οντων λοιπὸν ἀσεβῶν διὰ τὴν κυριοκτονίαν. Ps 9,7b Τὸ Μετ' ηχους ἀντὶ τοῦ Οὐ σὺν ἠρεμίᾳ ἀλαλαγμοῦ νικησάντων τὸ κατόρθωμα ὑπῆρκται. 55 Ps 9,8b.9 Προτρέπει τὰ προκείμενα ἀναχωρῆσαι μὲν κακίας καὶ δυσσεβείας, προσελθεῖν δὲ ἀρετῇ καὶ εὐσεβείᾳ. τίς γὰρ νοῦν εχων πιστεύσας τοῖς ουτως εἰρημένοις οὐ φοβηθήσεται, μὴ ὑποπέσῃ τῷ κρίνοντι ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι διὰ πράξεις ψεκτὰς καὶ φρόνημα ἀσεβές; ουτω γὰρ κρίνοντος αὐτοῦ ἀναπόδραστον τὸ κρίμα εσται. 56 Ps 9,10 Τούτου δηλωτικὸν τὸ ἐκ προσώπου λεχθὲν τοῦ θεοῦ Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ τὸ ἐν ἑκατοστῷ πρώτῳ ψαλμῷ ουτω εχον· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, οτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, οτι ηκει καιρός. 57 Ps 9,11 Πάσης ἀνθρωπίνης πεποιθήσεως ἀνωτέρω χωρήσαντες (γνῶσιν γὰρ τοῦ ὀνόματός σου εχοντες ἀσφαλῆ καὶ τελείαν) ἐπ' οὐδενὶ ἐκείνων ἐλπίσουσιν, ζητοῦσι δὲ θεὸν οἱ πάντα παρ' αὐτοῦ θέλοντες ὑπαρχθῆναι α ἐξ ἑαυτῶν εχειν οὐχ οιοί τέ εἰσιν, οθεν οὐκ ἐγκαταλείπονται ὑπ' αὐτοῦ. ̔Οσίως καὶ φρονίμως καὶ ταύτης τῆς λέξεως ἀκοῦσαι προσήκει. εἰ γὰρ νομίσοι τις μὴ ἐγκαταλείπεσθαι ὑπὸ θεοῦ τὸν ἐν τοῖς βιωτικοῖς εὐοδούμενον, σφάλλεται. πολλοὶ γὰρ ἀσεβεῖς διάγουσιν ουτως. ἐπεὶ ωρα λέγειν τὸν Αβελ ἐγκαταλελεῖφθαι (ἀνῃρέθη γάρ), ἀλλὰ καὶ τοὺς προφητὰς καὶ ἀποστόλους· ἐθλίβησαν γὰρ διηνεκῶς, καὶ τέλος ἀνῃρέθησαν ὑπὸ ἀνθρώπων οἱ πλεῖστοι αὐτῶν. ουτω διαστολῆς γεγενημένης φαμὲν μὴ ἐγκαταλελεῖφθαι τὸν μέχρις ἐσχάτης ἀναπνοῆς περιεχόμενον ὑπὸ θεοῦ, καν μυριάκις ὑπ' ἐχθρῶν πάθῃ. τοῦτο γὰρ ἀληθῶς τὸ μὴ ἐγκαταλειφθῆναι ὑπὸ κυρίου ἐστίν. Παρίσταται ὁ τρόπος ὡς δεῖ ζητεῖν τὸν θεὸν ἐκ τῶν ἐν τῇ Σοφίᾳ ουτως ἐχόντων· Φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν, οτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. 58 Ps 9,12-13 Υμνον εἰπεῖν προστάττονται οἱ πνεύματι καὶ νοῒ τὸ ψάλλειν ἐσχηκότες, ψάλλουσιν δὲ ουτοι εὐσεβεῖ νοήσει καὶ ἐπινοίᾳ τοῦ πνεύματος· προστάττονται γὰρ ᾳδειν καὶ ψάλλειν τῇ καρδίᾳ. οἱ ουτω ψάλλοντες τῷ κατοικοῦντι ἐν τῇ Σιὼν κυρίῳ καθ' ὑφήγησιν τοῦ ἁγίου πνεύματος καὶ ἑτέραν πρόσταξιν δέχονται πρὸς αὐτοῦ ἐν τῷ ἀναγγεῖλαι ἐν τοῖς εθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ. ταῦτα δέ ἐστιν, οσα θαυμασίως ἐποίησεν ἐπιδημήσας νοητά τε καὶ αἰσθητά. ῥηθείη δ' αν ἡ δευτέρα πρόσταξις μάλιστα τοῖς ἀποστόλοις πεμφθεῖσιν μαθητεῦσαι πάντα τὰ εθνη. Καὶ οτι ἐκζητῶν τὰ αιματα αὐτῶν ἐμνήσθη τῶν ἀναιρεθέντων ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ. τούτοις, φησίν, ἐπιφέρεται τὸ Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, περὶ ου ἐπαπορήσει τις λέγων· πῶς εκραζον πρὸς θεὸν οἱ ἀπὸ ἐθνῶν πένητες οντες, καίτοι ἀναιρεθέντες ὑπὸ τῆς κατεχούσης πολυθέου ἀπάτης καὶ τῶν ἐνεργούντων αὐτὴν ἀοράτων ἐχθρῶν; πρὸς ο λεκτέον πραγματικῶς αὐτοὺς τὴν κραυγὴν ἀναφέρειν, ὡς τοῦ Αβελ τὸ αιμα βοᾷ πρὸς τὸν θεὸν καὶ ὁ μισθὸς ὁ ἀποστερηθεὶς τῶν ἐργατῶν· ̓Ιδοὺ γάρ φησιν ὁ μισθὸς τῶν ἀμησάντων τὰς χώρας ὑμῶν κράζει, ὁ ἀποστερηθεὶς ἀφ' ὑμῶν· κραυγὴ γὰρ ἡ τοῦ ἀποστερηθέντος μισθοῦ τῷ μὴ ειναι παρὰ