1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

14

μετεσχηκότας γεννήσεως. ἐπειδὴ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἔδει αὐτὸν ἐναποθέσθαι τῇ φύσει τὴν δύναμιν, πάλιν γίνεται ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν ὁ πρῶτος δι' ἑαυτοῦ λύσας τὰς ὠδῖνας τοῦ θανάτου, ὥστε καὶ ἡμῖν ὁδοποιηθῆναι τὴν ἐκ τοῦ θανάτου παλιγγενεσίαν, διὰ τῆς τοῦ κυρίου ἀνα στάσεως τῆς ὠδῖνος τοῦ θανάτου λυθείσης, ἐν ᾧ κατειχό μεθα. ὥσπερ οὖν μετασχὼν τῆς διὰ τοῦ λουτροῦ ἀναγεν νήσεως ἀδελφῶν πρωτότοκος γίνεται, καὶ πάλιν ἀπαρχὴν τῆς ἀναστάσεως αὑτὸν ποιήσας πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται, οὕτως ἐν πᾶσι πρωτεύων μετὰ τὸ παρελθεῖν τὰ ἀρχαῖα πάντα, καθώς φησιν ὁ ἀπόστολος, τῆς καινῆς ἐν Χριστῷ κτίσεως τῶν ἀνθρώπων πρωτότοκος γίνεται, διὰ τῆς διπλῆς παλιγγενεσίας, τῆς τε κατὰ τὸ ἅγιον βάπτισμα καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀρχηγὸς τῆς ζωῆς καθ' ἑκάτερον ἡμῖν γενόμενος καὶ ἀπαρχὴ καὶ πρωτότοκος. 82 οὗτος οὖν ὁ πρωτότοκος καὶ ἀδελφοὺς ἔχει, περὶ ὧν φησι πρὸς τὴν Μαρίαν ὅτι Πορεύθητι καὶ εἰπὲ τοῖς ἀδελφοῖς μου, πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ὅλον γὰρ τῆς κατὰ ἄν θρωπον οἰκονομίας ἀνακεφαλαιοῦται τὸν σκοπὸν διὰ τῶν εἰρημένων. ἀποστάντες γὰρ τοῦ θεοῦ οἱ ἄνθρωποι ἐδού λευσαν τοῖς φύσει μὴ οὖσι θεοῖς, καὶ ὄντες τέκνα θεοῦ 83 τῷ πονηρῷ τε καὶ ψευδωνύμῳ πατρὶ προσῳκειώθησαν.

∆ιὰ τοῦτο ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων πάσης τῆς ἀνθρω πίνης φύσεως τὴν ἀπαρχὴν ἀναλαβὼν οὐκ ἐκ τοῦ θείου προσώπου, ἀλλ' ἐκ τοῦ ἡμετέρου πέμπει τοῖς ἀδελφοῖς ἑαυτοῦ τὰ δηλώματα, λέγων ὅτι· πορεύομαι δι' ἐμαυτοῦ ποιῆσαι ὑμῶν πατέρα τὸν ἀληθινὸν πατέρα, οὗ ἐχωρίσθητε, καὶ ποιῆσαι δι' ἐμαυτοῦ θεὸν ὑμῶν τὸν ἀληθινὸν θεόν, οὗ ἀπέστητε· διὰ γὰρ τῆς ἀπαρχῆς, ἣν ἀνέλαβον, προσάγω ἅπαν τῷ θεῷ καὶ πατρὶ ἐν ἐμαυτῷ τὸ ἀνθρώπινον. 84 Τῆς οὖν ἀπαρχῆς θεὸν ἑαυτῆς ποιησαμένης τὸν ὄντα θεὸν καὶ πατέρα τὸν ἀγαθὸν πατέρα, πάσῃ κατορθοῦται τῇ φύσει τὸ ἀγαθὸν καὶ πάντων ἀνθρώπων γίνεται διὰ τῆς ἀπαρχῆς πατὴρ καὶ θεός. εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, φησί, καὶ τὸ φύραμα. ὅπου δὲ ἡ ἀπαρχή [Χριστός], Χριστὸς δὲ ἡ ἀπαρχή, ἐκεῖ καὶ οἱ τοῦ Χριστοῦ, καθώς φησιν ὁ ἀπό στολος. ἐν οἷς οὖν διὰ συζυγίας τὴν μνήμην τοῦ πρωτο τόκου πεποίηται νεκρῶν τε καὶ κτίσεως καὶ ἀδελφῶν μνη μονεύσας, ταῦτα καὶ τὰ τοιαῦτα νοεῖν ὑποτίθεται· ὅπου δὲ δίχα τῆς τοιαύτης προσθήκης φησὶν Ὅταν δὲ πάλιν εἰσα γάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, ἡ τοῦ πάλιν προσθήκη τὴν ἐπὶ τέλει γενησομένην τοῦ δεσπότου 85 τῶν ὅλων ἐμφάνειαν προσαγορεύει. ὡς γὰρ ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καίτοι ὁ υἱὸς τὸ ἀνθρώπινον ὄνομα οὐκ ἔχει τῷ ὑπὲρ πᾶν εἶναι ὄνομα, οὕτως παρὰ πάσης τῆς ὑπερ κοσμίου κτίσεως προσκυνεῖσθαι τὸν πρωτότοκον λέγει τὸν δι' ἡμᾶς οὕτως ὠνομασμένον, πάλιν εἰς τὴν οἰκουμένην εἰσιόντα, ὅταν κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. οὕτω διακρίνεται παρὰ τοῦ λόγου τῆς εὐσεβείας τό τε τοῦ πρωτοτόκου καὶ τὸ τοῦ μονογενοῦς σημαινόμενον, ἑκατέρῳ τῶν ὀνομάτων τῆς καταλλήλου ση μασίας φυλασσομένης· ὁ δὲ εἰς τὴν προαιώνιον ὕπαρξιν ἀνάγων τοῦ πρωτοτόκου τὸ ὄνομα πῶς διασῴζει τὴν τοῦ 86 μονογενοῦς ἔννοιαν; ὁ συνετὸς ἀκροατὴς ἐπισκεψάσθω, εἰ συμβαίνει ταῦτα πρὸς ἄλληλα, μήτε τοῦ πρωτοτόκου χωρὶς ἀδελφῶν νοουμένου μήτε τοῦ μονογενοῦς μετὰ ἀδελφῶν. ὅταν μὲν γὰρ εἴπῃ ὅτι Ἐν ἀρχῇ ἦν ὁ λόγος, διὰ τούτου τὸν μονογενῆ ἐνοήσαμεν· ὅταν δὲ ἐπαγάγῃ ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, διὰ τούτου τὸν πρωτότοκον τῇ διανοίᾳ παρε δεξάμεθα· καὶ οὕτως ἀσύγχυτος μένει τῆς εὐσεβείας ὁ λόγος, φυλάσσων ἑκατέρῳ τῶν ὀνομάτων τὰς προσφυεῖς σημασίας, ὡς ἐν μὲν τῷ μονογενεῖ βλέπειν τὸ προαιώνιον, διὰ δὲ τοῦ πρωτοτόκου τῆς κτίσεως τὴν διὰ σαρκὸς τοῦ προαιωνίου φανέρωσιν.

87 Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀνα λάβωμεν. πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν