1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

14

ἐλαφρύνει μου τὴν ἀλγηδόνα ἡ ὁμοτιμία τῶν κρειττόνων. Κἀγὼ γὰρ δι' αὐτὸν υἱὸς Θεοῦ ἐγενόμην διὰ τοῦ βαπτίσματος καὶ τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος, καὶ ἔτι μᾶλλον γενήσομαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· εὐχαριστῶ σοι, ∆έσποτα, ὅτι τοῖς σοῖς με πάθεσιν ἐστεφάνωσας· ἀλλὰ, φιλάνθρωπε, καὶ φιλοικτίρμων, καὶ τῶν σῶν δούλων προνοητὰ, τελείωσόν μου τὸν δρόμον ἐν τῇ ὁμολογίᾳ σου, καὶ μή με ἀνάξιον κρίνῃς τοῦδε τοῦ ἐγχειρήματος, διὰ τὰς ἐν τῷδε τῷ βίῳ προσγενομένας μοι ἁμαρτίας· ἐγὼ γὰρ, ∆έσποτα, εἰς τοὺς σοὺς ἐμαυτὸν ἀπέῤῥιψα οἰκτιρμούς. λθʹ. Καὶ ταῦτα πρὸς ἑαυτὸν εὐξάμενος, ἔφθασεν ἐν τῇ φυλακῇ μετὰ τῶν ἁγίων μαρτύρων Εὐγενίου καὶ Μακαρίου, καὶ παρεδόθησαν τῷ δεσμοφύλακι· καὶ ἦν ὁ τοῦ Χριστοῦ μάρτυς μετὰ τῶν ἁγίων ἀθλοφόρων Εὐγενίου καὶ Μακαρίου, δοξολογῶν καὶ εὐχαριστῶν τῷ Θεῷ. Πρωΐας δὲ γενομένης, κελεύει πάλιν ὁ Παραβάτης τοὺς μάρτυρας στῆναι ἐπὶ τὸ δικαστήριον, καὶ μηδεμιᾶς καταξιώσας αὐτοὺς ἐρωτήσεως, ἢ μόνον τὸν μέγαν Ἀρτέμιον διαχωρισθῆναι τῆς αὐτῶν συζυγίας παρακελευσάμενος, ἐξορίαν κατ' αὐτῶν ψηφίζεται, καὶ πέμπει αὐτοὺς ἐν Ὀάσει τῆς Ἀραβίας. ∆ύο δὲ εἰσὶ χωρία οὕτω καλούμενα, Ὄασις μικρὰ καὶ μεγάλη· φθοροποιὰ δὲ τὰ χωρία, καὶ ὑπὸ φθοροποιῶν ἀέρων καταπνεόμενα, καὶ οὐδεὶς τῶν ἐκεῖσε ἀπερχομένων, ἐνιαυτὸν ἕνα καὶ μόνον διήρκεσεν, ἀλλ' αὐτόθι ὑπὸ χαλεπῶν ἁλισκόμενοι νοσημάτων ἐναποθνήσκουσιν. Ἐκεῖ τοίνυν τοὺς ἁγίους περιορίσας Εὐγένιον καὶ Μακάριον, ἐν αὐτῇ τὰς κεφαλὰς τῶν ἁγίων ἀποτμηθῆναι ἐκέλευσεν· οἳ καὶ ἐτελειώθησαν μετὰ τεσσαράκοντα ἡμέρας, τῇ εἰκάδι τοῦ ∆εκεμβρίου μηνός. Ἐν δὲ τῷ τόπῳ τῆς αὐτῶν τελειώσεως, θαῦμα γέγονε μέγα· μὴ ἔχοντος γὰρ τοῦ τόπου ὕδωρ τὸ σύνολον, πηγὴ ἀνέβλυσεν ὕδατος, πᾶσαν ἀποδιώκουσα νόσον, ἢ καὶ μέχρι τῆς σήμερον μένει, τῶν ἁγίων σώζουσα τὴν ἐπωνυμίαν. μʹ. Τὸν δὲ ἅγιον Ἀρτέμιον προσκαλεσάμενος ἔφη πρὸς αὐτόν· ∆ιὰ τὴν προπέτειάν σου κατηνάγκασας με ἀτιμάσαι τὸ γένος σου, καὶ τὴν προσοῦσάν σοι περιφάνειαν ἐνυβρίσαι, καὶ αὐτῶν ἐφάψασθαι τῶν σαρκῶν σου. Πείσθητι οὖν μοι, Ἀρτέμιε, καὶ προσελθὼν θῦσον τοῖς θεοῖς, μάλιστα τῷ ∆αφναίῳ Ἀπόλλωνι τῷ ἐμοὶ τριποθήτῳ καὶ παναγάστῳ θεῷ, καὶ τῆς αἰτίας τοῦ αἵματος τοῦ ἐμοῦ ἀδελφοῦ ἀπολύω σε, τήν τε ἀξίαν μείζονα καὶ ἐνδοξοτέραν ἐπαναθήσω σοι· ἔπαρχον γὰρ πραιτωρίων σε καταστήσας καὶ ἀρχιερέα τῶν μεγάλων θεῶν, πατέρα ἐμὸν ὀνομάσω, καὶ τῆς ἐμῆς βασιλείας τὰ δεύτερα φέροντα, καὶ ἔσῃ μεθ' ἡμῶν πάντα τὸν χρόνον τῆς ἡμετέρας ζωῆς τε καὶ διαγωγῆς. Οἶδας γὰρ καὶ αὐτὸς, ὦ Ἀρτέμιε, ὡς ὁ ἐμὸς ἀδελφὸς μάτην παρὰ Κωνσταντίου πεφό 96.1289 νευται, καὶ ὡς φθόνος αὐτὸν κατειργάσατο, καὶ ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος ὁ εὐνοῦχος Εὐσέβιος, ὁ τὴν τοῦ πραιποσίτου ἀξίαν κακῶς ἐνδυσάμενος, κἂν οὐκ ἀρκοῦσαν δέδωκε τὴν δίκην τοῦ ἀνοσιουργήματος ὁ παμπόνηρος. μαʹ. Καὶ ὅτι τῆς ἡμετέρας γενεᾶς ἐστι μᾶλλον ἡ βασιλεία ἁρμόδιος· ὁ γὰρ ἐμὸς πατὴρ Κωνστάντιος ἐκ τῆς Μαξιμιανοῦ θυγατρὸς Θεοδώρας γεγένηται τῷ ἐμῷ πάππῳ Κώνσταντι. Ὁ δὲ Κωνσταντῖνος ἐξ Ἑλένης αὐτῷ γέγονε φαύλης τινὸς γυναικὸς καὶ τῶν χαμαιτύπων οὐδὲν διαφερούσης· καὶ ταῦτα μήπω γεγονότι Καίσαρι, ἀλλ' ἐν ἰδιώτου τυγχάνοντι σχήματι. Ὁ τοίνυν Κωνσταντῖνος θρασύτητι γνώμης τὴν βασιλείαν ἀφήρπασε, καὶ τὸν ἐμὸν πατέρα καὶ τοὺς τούτου ἀδελφοὺς ἀμφοτέρους ἀδίκως ἀπέκτεινε· καὶ ὁ τούτου υἱὸς Κωνστάντιος, τὸν αὐτοῦ πατέρα μιμησάμενος, τὸν ἐμὸν ἀδελφὸν πεφόνευκε, καὶ ταῦτα ὅρκοις πρὸς αὐτὸν φρικωδεστάτοις χρησάμενον. Ἡμᾶς τε αὐτοὺς εἰ μὴ θεῶν προνοίᾳ περιεσώθημεν, τὸ αὐτὸ ἠβούλετο δρᾶσαι· ἀλλ' οἱ θεοὶ διεκώλυσαν, αὐτοψεί μοι τὴν σωτηρίαν μηνύσαντες, εἰς οὓς ἐγὼ τεθαῤῥηκὼς τὸν