15
ἀληθινόν, οὐκ ἀγέννητον, ἀλη θῶς γεννηθέντα πρὸ αἰώνων. ὅτι μὲν οὖν μετάγει τὴν τῆς γεννήσεως ἔμφασιν εἰς τὸ τῆς κτίσεως σημαινό μενον, δῆλόν ἐστιν ἐξ ὧν διαρρήδην κτιστὸν αὐτὸν προσ ηγόρευσε, γενόμενον αὐτὸν εἰπὼν καὶ οὐκ ἄκτιστον. ἡμεῖς δέ, ὡς ἂν μάλιστα τὸ ἀνεπίσκεπτον αὐτοῦ καὶ ἀπαί δευτον ἐν τοῖς δόγμασιν φανερωθείη, ἀφέντες τὸ σχετλιά ζειν ἐπὶ τῷ προδήλῳ τῆς βλασφημίας τεχνικῇ τινι διαιρέσει 88 τὸν περὶ τούτου λόγον διαληψόμεθα. δοκεῖ γάρ μοι καλῶς ἔχειν αὐτὸ τὸ τῆς γεννήσεως σημαινόμενον δι' ἐπιμελεστέρας ἐξετάσεως διασκοπῆσαι τῷ λόγῳ. ὅτι μὲν οὖν τὸ ἐξ αἰτίας εἶναί τινος τὸ ὄνομα τοῦτο παρίστησι, παντὶ δῆλόν ἐστι, καὶ οὐδὲν οἶμαι χρῆναι περὶ τούτου διαγωνίζεσθαι· ἀλλ' ἐπειδὴ διάφορος τῶν ἐξ αἰτίας ὑφεστώτων ὁ λόγος ἐστί, τοῦτ' οἶμαι προσήκειν διά τινος τεχνικῆς διαιρέσεως σαφη 89 νισθῆναι τῷ λόγῳ. τῶν τοίνυν ἔκ τινος αἰτίας γεγενη μένων ταύτας τὰς διαφορὰς κατειλήφαμεν. τὰ μὲν γὰρ ἐξ ὕλης ἐστὶ καὶ τέχνης, ὡς αἱ τῶν οἰκοδομημάτων καὶ τῶν λοιπῶν ἔργων κατασκευαὶ αἱ διὰ τῆς καταλλήλου ὕλης γινόμεναι, ὧν καθηγεῖταί τις τέχνη πρὸς τὸν ἴδιον σκοπὸν τὸ προτεθὲν συμπεραίνουσα, τὰ δὲ ἐξ ὕλης καὶ φύσεως· τὰς γὰρ ἐξ ἀλλήλων γενέσεις τῶν ζῴων ἡ φύσις οἰκοδομεῖ, διὰ τῆς ἐν τοῖς σώμασιν ὑλικῆς ὑποστάσεως τὸ ἑαυτῆς ἐνεργοῦσα· τὰ δὲ ἐξ ὑλικῆς ἀπορροίας, ἐφ' ὧν καὶ τὸ προηγούμενον μένει οἷόν ἐστιν καὶ τὸ ἀπ' ἐκείνου ῥέον ἐφ' ἑαυτοῦ καθορᾶται, ὡς ἐπὶ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος ἢ ἐπὶ τῆς λαμπάδος καὶ τῆς αὐγῆς ἢ ἐπὶ τῶν ἀρωμάτων τε καὶ τῶν μύρων καὶ τῆς ἐκεῖθεν ἐκδιδομένης ποιότητος.
90 ταῦτα γὰρ ἐφ' ἑαυτῶν ἀμείωτα μένοντα εὐθὺς ἔχει συμ παρομαρτοῦσαν ἕκαστον τὴν ἀπ' αὐτῶν ἐκδιδομένην φυσικὴν ἰδιότητα, οἷον ὁ μὲν ἥλιος τὴν ἀκτῖνα, ἡ δὲ λαμπὰς τὴν αὐγήν, τὰ δὲ ἀρώματα τὴν τῷ ἀέρι ἐντικτομένην ἐξ αὐτῶν εὐωδίαν. ἔστι καὶ ἕτερον εἶδος παρὰ ταῦτα γεννή σεως, οὗ ἡ μὲν αἰτία ἄϋλός ἐστι καὶ ἀσώματος, ἡ δὲ γέν νησις αἰσθητή τε καὶ διὰ σώματος, λέγω δὲ τὸν ἐκ τοῦ νοῦ γεννώμενον λόγον· ἀσώματος γὰρ ὢν καθ' ἑαυτὸν ὁ νοῦς διὰ τῶν αἰσθητῶν ὀργάνων τίκτει τὸν λόγον. τοσαύτας γεννήσεων διαφορὰς οἷον ἐν γενικῇ τινι θεωρίᾳ κατενοή σαμεν.
91 Τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων οὕτως ἡμῖν διῃρημένων, καιρὸς ἂν εἴη κατιδεῖν, πῶς ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα τὰ θεῖα μυ στήρια διὰ τῶν ἡμῖν χωρητῶν τὴν διδασκαλίαν ποιεῖται τῶν ὑπὲρ λόγον. πάντα γὰρ τὰ τῆς γεννήσεως εἴδη, ὅσα ἡ ἀνθρωπίνη γινώσκει διάνοια, ἡ θεόπνευστος διδασκαλία πρὸς τὴν παράστασιν τῆς ἀρρήτου δυνάμεως παραλαμβάνει, οὐ συμπαραδεχομένη τὰς σωματικὰς τῶν ὀνομάτων ἐμφά 92 σεις. ὅταν μὲν γὰρ περὶ τῆς κατασκευαστικῆς λέγῃ δυνά μεως, γέννησιν μὲν ὀνομάζει τὴν τοιαύτην ἐνέργειαν διὰ τὸ δεῖν πρὸς τὸ ταπεινὸν τῆς ἡμετέρας δυνάμεως καταβῆναι τὸν λόγον, οὐ μὴν συνενδείκνυται τὰ ὅσα παρ' ἡμῖν τῇ κατασκευαστικῇ γενέσει συνθεωρεῖται, οὐ τόπον, οὐ χρόνον, οὐχ ὕλης παρασκευήν, οὐκ ὀργάνων συνεργίαν, οὐ τὸν ἐπὶ τοῖς γινομένοις κόπον, ἀλλὰ ταῦτα ἡμῖν καταλιποῦσα μεγα λοφυῶς τε καὶ ὑψηλῶς τῷ θεῷ προσμαρτυρεῖ τῶν ὄντων τὴν γένεσιν ἐν οἷς φησιν ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. πάλιν ὅταν τὴν ἀπόρ ρητόν τε καὶ ὑπὲρ λόγον τοῦ μονογενοῦς ἐκ τοῦ πατρὸς ὕπαρξιν ἑρμηνεύῃ, διὰ τὸ ἀχώρητον εἶναι τὴν ἀνθρωπίνην πτωχείαν τῶν ὑπὲρ λόγον τε καὶ ἔννοιαν διδαγμάτων κἀκεῖ τοῖς ἡμετέροις συγκέχρηται καὶ υἱὸν ὀνομάζει, ὅπερ ἡ παρ' ἡμῖν συνήθεια τοῖς ἀπὸ ὕλης καὶ φύσεως ἀποτικτομένοις 93 ὄνομα τίθεται. ἀλλ' ὥσπερ τὴν [διὰ] τῆς κτίσεως γένεσιν εἰπὼν ὁ λόγος ἐπὶ θεοῦ τὸ διά τινος ὕλης γενέσθαι αὐτὴν οὐ προσέθηκεν, οὐσίαν ὕλης καὶ τόπον καὶ χρόνον καὶ πάντα τὰ τοιαῦτα τὴν τοῦ θείου θελήματος εἶναι δύναμιν ἀποφηνάμενος, οὕτως καὶ ἐνταῦθα υἱὸν εἰπὼν ἀφῆκε πάντα τά τε ἄλλα, ὅσα περὶ τὴν κάτω γέννησιν ἡ ἀνθρωπίνη φύσις ὁρᾷ, πάθη τε λέγω καὶ