15
τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· πολλῷ μᾶλλον τὸν Ἰωάννην, εἰ κτιστὸς ἦν ὁ Υἱὸς τοῦ Θεοῦ, φοβηθῆναι ἔδει, μή τις αὐτὸν ἄκτιστον νομίσῃ, καὶ τοῦτο πρὸ πάντων διδάξαι. Νῦν δὲ, ἐπειδὴ γεννητὸς ἦν, εἰκότως οὔτε αὐτὸς, οὔτε ἄλλος οὐδεὶς, οὐκ ἀπόστολος, οὐ προφήτης, κτιστὸν αὐτὸν ἔφησαν εἶναι. Καὶ αὐτὸς δὲ ὁ Μονογενὴς οὐκ ἂν αὐτὸ παρῆκεν, εἰ τοῦτο ἦν. Ὁ γὰρ τὰ οὕτω ταπεινὰ φθεγγόμενος διὰ συγκατάβασιν, πολλῷ μᾶλλον τοῦτο οὐκ ἂν ἐσιώπησεν. Οἶμαι γὰρ οὐκ ἀπεικὸς, μᾶλλον ἔχοντα τὸ ὑψηλὸν σιγῆσαι, ἢ μὴ ἔχοντα παραλιπεῖν τοῦτο αὐτὸν, καὶ μὴ διδάξαι ὅτι οὐκ ἔχει. Ἐκεῖ μὲν γὰρ εὔλογος πρόφασις τῆς σιγῆς ἦν, τὸ βούλεσθαι διδάσκειν τοὺς ἀνθρώπους ταπεινοφρονεῖν, καὶ διὰ τοῦτο σιγᾷν τὰ μεγάλα τῶν προσόντων αὐτῷ· ἐνταῦθα δὲ οὐδεμίαν ἔχοις εἰπεῖν δικαίαν πρόφασιν τῆς σιωπῆς. Τίνος γὰρ ἕνεκεν ἐσίγα, εἰ κτιστὸς ἦν, τὸ γεγενῆσθαι, ὁ καὶ τῶν προσόντων πολλὰ παραιτούμενος; Ὥστε ὁ διὰ τὴν τῆς ταπεινοφροσύνης διδασκαλίαν καὶ τὰ μὴ προσόντα αὐτῷ πολλάκις εἰπὼν ταπεινὰ, πολλῷ μᾶλλον, εἰ κτιστὸς ἦν, τοῦτο οὐκ ἂν παρέλιπεν. Ἢ οὐχ ὁρᾷς αὐτὸν, ἵνα μηδεὶς αὐτὸν ἀγέννητον ὑπολάβῃ, πάντα ὑπὲρ τούτου καὶ ποιοῦντα καὶ λέγοντα, καὶ ἀνάξια αὐτοῦ φθεγγόμενον τῆς ἀξίας καὶ τῆς οὐσίας, καὶ εἰς προφήτου ταπεινότητα καταβαίνοντα; Τὸ γὰρ, Καθὼς ἀκούω κρίνω· καὶ τὸ, Ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω, καὶ ὅσα τοιαῦτα, προφητῶν μόνον ἐστίν. Εἰ τοίνυν ταύτην θέλων τὴν ὑποψίαν ἀνελεῖν, οὕτω ταπεινὰ φθέγξασθαι οὐκ ἀπηξίωσε ῥήματα· πολλῷ μᾶλλον ἂν, εἰ κτιστὸς ἦν, ἵνα μὴ ἄκτιστόν τις αὐτὸν ὑποπτεύσῃ, πολλὰ τοιαῦτα ἂν εἶπεν· οἷον, Μὴ νομίζετέ με γεγεννῆσθαι παρὰ τοῦ Πατρός· πεποίημαι ἐγὼ, οὐ γεγέννημαι, οὐδέ εἰμι τῆς οὐσίας ἐκείνου. Νῦν δὲ πᾶν τοὐναντίον ποιεῖ· ἐκεῖνα γὰρ φθέγγεται τὰ ῥήματα, ἃ καὶ τοὺς μὴ βουλομένους ἀναγκάζει καὶ ἄκοντας τὴν ἐναντίαν δέξασθαι ὑπόνοιαν, οἷον, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, 59.43 ἑώρακε τὸν Πατέρα· καὶ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς, οὓς θέλει, ζωοποιεῖ. Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ πανταχοῦ τὸ ὥσπερ Καὶ τὸ οὕτω τιθεὶς, καὶ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, τὴν πρὸς αὐτὸν ἀπαραλλαξίαν δηλοῖ· τὴν δὲ αὐθεντίαν, καὶ διὰ τούτων μὲν, καὶ δι' ἑτέρων δὲ πλειόνων ἐνδείκνυται· οἷον ὅταν λέγῃ· Σιώπα, πεφίμωσο· Θέλω, καθαρίσθητι· Σοὶ λέγω, τὸ δαιμόνιον τὸ κωφὸν καὶ ἄλαλον, ἔξελθε ἀπ' αὐτοῦ. Καὶ τὸ, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται. Καὶ ὅσα ἄλλα τοιαῦτα νομοθετεῖ καὶ θαυματουργεῖ, ἱκανὰ δεῖξαι αὐτοῦ τὴν ἐξουσίαν· μᾶλλον δὲ τὸ πολλοστὸν αὐτῶν μέρος ἱκανὸν τοὺς μὴ λίαν ἀναισθητοῦντας προσαγαγέσθαι καὶ πεῖσαι. εʹ. Ἀλλὰ γὰρ δεινὸν ἡ κενοδοξία καὶ πρὸς τὰ λίαν φανερὰ ἀποτυφλῶσαι τὴν διάνοιαν τῶν ὑπ' αὐτῆς ἁλισκομένων, καὶ τοῖς ὡμολογημένοις πεῖσαι φιλονεικεῖν· ἑτέρους δὲ καὶ σφόδρα εἰδότας τἀληθὲς καὶ πεπεισμένους, εἰς ὑπόκρισιν καὶ ἀντίστασιν ἀλείφει. Ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων ἐγίνετο. Οὐ γὰρ δι' ἄγνοιαν ἠρνοῦντο τὸν τοῦ Θεοῦ Υἱὸν, ἀλλ' ἵνα τῆς παρὰ τῶν πολλῶν τύχωσι τιμῆς. Καὶ γὰρ, Ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἀλλ' ἐφοβοῦντο ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, καὶ τὴν αὑτῶν προέτειναν σωτηρίαν ἑτέροις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν οὕτω σφοδρῶς τῇ παρούσῃ δουλεύοντα δόξῃ, τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν. ∆ιὸ καὶ ἐπετίμησεν αὐτοῖς, εἰπών· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ Θεοῦ μὴ ζητοῦντες; Μέθη γάρ τίς ἐστι βαθεῖα· καὶ διὸ δυσανάγωγον τὸν χειρωθέντα ποιεῖ τοῦτο τὸ πάθος. Αὕτη τῶν ἁλόντων τὴν ψυχὴν ἀποσχίσασα τῶν οὐρανῶν, τῇ γῇ προσηλοῖ, καὶ πρὸς τὸ φῶς ἀναβλέψαι τὸ ἀληθινὸν οὐκ ἀφίησιν, ἀλλ' ἐν τῷ βορβόρῳ διαπαντὸς καλινδεῖσθαι πείθει, κατασκευάζουσα δεσπότας αὐτοῖς οὕτω