1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

15

καὶ διαθρέψαι τῶν ἀνθρώπων τὴν φύσιν, οἴνῳ δὲ εὐφρᾶναι καὶ θυμηρε στέραν ἐργάσασθαι τὴν ζωὴν, ἐλαίῳ δὲ οὐ μόνον ἔνδοθεν διαθρέψαι, ἀλλὰ καὶ ἔξωθεν λαμπρῦναι τὰ σώματα, ἱλα ρῦναι δὲ καὶ φαιδρῦναι τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς, ἐπινοίᾳ μόνῃ δια φέροντι τοῦ ἀποδοθέντος οἴνου. Ὁ γὰρ τοῦ Θεοῦ λόγος, ὥσπερ ἄμπελος, οὕτω καὶ ἐλαία ἐστίν. Ἐγὼ γὰρ, φησὶν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέσιν οἶνός τε καὶ ἔλαιόν ἐστι καὶ ἄρτος. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. Ὁ δὲ Ἑβραῖος καὶ οἱ λοιποὶ, Τοῦ Κυρίου, τεθείκασι. ∆ιεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν τοῖς ἀνθρώποις καὶ αὐ τῶν παρεχόντων χρείαν. ∆ιὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν, ὡς αὐτοφυᾶ καὶ οὐ χειροποίητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Τίνος δὲ χορτασθήσεται; Θεογνω σίας δηλονότι. Πῶς δὲ χορτάζονται; Τῇ μελέτῃ τοῦ νόμου. Τοιγαροῦν αὐτοὺς καὶ ξύλα τοῦ Κυρίου ἐκάλεσεν, ἐπειδὴ οἱ μελετῶντες τὸν νόμον ἡμέρας καὶ νυκτὸς ξύλον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον λέγονται. Αἱ κέ δροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας, ἐκεῖ στρουθία ἐν νοσσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὁ δὲ Ἀκύλας οὕτως· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν.Ὡς ἀναγκαίων δὲ μετὰ τὰ κάρπιμα μνημονεύει καὶ τῶν ἀκάρπων. ∆ιὰ δὲ τοῦ Λιβάνου ἐπισήμου ὄρους καὶ τῶν αὐτοῦ κέδρων τὰ λοιπὰ τῆς γῆς ὄρη καὶ δένδρα δεδήλω κε. Τὰ δένδρα δὲ ταῦτα ἀνθρώποις μὲν συνίστησιν οἴ κους, ὀρνέων δὲ δέχεται τὰς οἰκήσεις. Ἀκύλας δὲ ἐξέδω κεν· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν· ἐρωδιῷ ἐλάται οἶκος αὐτῶν. Τῶν δὲ Πατέρων τις ἔφη· Ἐρωδιῷ πᾶς τόπος εἰς οἴκησιν ἐπιτήδειος, καὶ ὡς εἰς προετοιμασθέντα οἶκον πανταχοῦ παραγίνεται. Τουτὶ γὰρ τὸ, Ἡγεῖται αὐτῶν. Στρουθία δὲ καλεῖ τὰς παρὰ τοῦ διαβόλου καὶ τῶν αὐτῶν πραττόντων διωκομένας ψυχὰς δι' εὐσέβειαν, δυνηθείσας δὲ αὐτοῦ τὰς παγίδας φυγεῖν, περὶ ὧν ὁ ∆αυῒδ ἔλεγεν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος θηρευόντων. Ἐρωδιὸν δὲ οὐκ ἂν ἁμάρτοις τὸν Πέτρον εἰπὼν, ἐπειδὴ τὸν Χριστὸν διηνεκῶς ἠκολούθει, ὥσπερ ὁ ἐρωδιὸς οὐκ ἐθέλειν χωρίζεσθαι τῶν κεκτημένων λέγε ται. Οὗτος τῶν στρουθίων ἡγεῖται· δείκνυσι γὰρ αὐτοῖς, πῶς χρὴ τὰς τῶν θηρευόντων παγίδας ὑπεράλλεσθαι, καὶ αὐτὸς τῇ ἀρνήσει παγιδευθεὶς, διὰ μετανοίας τὴν παγίδα. ἐξέφυγεν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις· πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Οὐ παρορᾷ, φησὶν, οὐδὲ τὰ σμικρὰ τῶν ζώων ἡ Πρόνοια, ἀλλὰ ταῖς μὲν ἐλάφοις ἔδωκεν ἐνδιαί τημα τὰς τῶν ὀρῶν κορυφὰς, τοῖς δὲ σμικροτέροις τῶν 55.650 ζώων τὰς τῶν πετρῶν καταδύσεις. Καὶ οὐδὲν ἄρα μάτην παρὰ σοῦ τοῦ Θεοῦ γέγονε· τούτων γὰρ μὴ ὄντων, ἐν πεδιάδι ῥᾳδίως τὰ τῶν ζώων ἀσθενῆ πρὸς τῶν ἰσχυρο τέρων ἡλίσκετο, καὶ θᾶττον ἐξέλιπον ἂν κατὰ τὸν τοῦ ὕπνου καιρὸν μάλιστα θηρευόμενα. ∆ιὰ δὲ τῶν πετρῶν σπήλαιά τε σημαίνει καὶ φωλεοὺς, εἰς ἃ καταφεύγουσι λαγωοί τε καὶ χοιρογρύλλιοι. Καὶ γὰρ τὸ τῶν ἐλάφων γένος πολεμίως ἔχει πρὸς τὸ τῶν ὄφεων. Τοιοῦτοι πάν τες καὶ οἱ Χριστοῦ μαθηταὶ, τὴν κατὰ τῶν νοητῶν ὄφεων δύναμιν ἔχοντες, κατὰ τὸ εἰρημένον ὑπὸ Χριστοῦ· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, Οἱ λαγωοὶ καὶ οἱ χοιρογρύλλιοι, οἳ ἐν τοῖς ἀκαθάρτοις ζώοις τάττονται καὶ ἀσθενέσι. Μωϋσῆς τοίνυν, Τὴν κάμηλον καὶ τὸν ὗν καὶ τὸν δασύποδα, ὅπερ ἐστὶ λαγωὸς, οὐκ ἔδεσθε, φησί. ∆ιὰ τούτων οὖν ὁ ∆αυῒδ τὰ ἔθνη αἰνίττεται. Οὗτοι γὰρ καταφυγὴν τὴν νοητὴν πέτραν, τὴν Ἐκκλησίαν ἔχουσι, δι' ἧς δυναμοῦνται καὶ καθαίρονται. Ἔλαφοι δὲ, ἐπειδὴ καθαρὰ ζῶα κατὰ τὸν νόμον τυγχάνουσιν, ἀναγκαίως αἱ ψυχαὶ τῶν δικαίων εἰσὶν, ὅσαι τὸν νόμον ἐφύλαξαν. Ἐποίησε σελήνην εἰς καιρούς. Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δεί ξας, καὶ