15
ἀπέδοντο, πολλοὶ δὲ οὔτι ἑκούσιοι ἐλευθέρους 7.34 τοὺς οἰκέτας ἀφῆκαν. φασὶ δὲ καὶ γυναῖκάς τινας πολλὰ ὧν οὐκ ἐβούλοντο τοῖς αὐτῶν δούλοις ἀναγκα7.35 σθῆναι. ἤδη δὲ καὶ παῖδες οὐκ ἀφανῶν ἀνδρῶν τούτοις δὴ τοῖς νεανίαις ἀναμιχθέντες τοὺς πατέρας ἠνάγκαζον ἄλλα τε πολλὰ οὔτι ἐθελουσίους ποιεῖν καὶ τὰ 7.36 χρήματα σφίσι προΐεσθαι. πολλοὶ δὲ καὶ ἀκούσιοι παῖδες τοῖς στασιώταις ἐς κοίτην ἀνοσίαν οὐκ ἀγνοούν7.37 των ἠναγκάσθησαν τῶν πατέρων ἐλθεῖν. καὶ γυναιξὶ μέντοι ἀνδράσι ξυνοικούσαις ταὐτὸν τοῦτο ξυνέβη παθεῖν. καὶ λέγεται γυνὴ μία κόσμον περιβεβλημένη πολὺν πλεῖν μὲν ξὺν τῷ ἀνδρὶ ἐπί τι προάστειον τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ· ἐντυχόντων δὲ σφίσιν ἐν τῷ διάπλῳ τούτῳ τῶν στασιωτῶν, καὶ τοῦ μὲν ἀνδρὸς αὐτὴν ξὺν ἀπειλῇ ἀφαιρουμένων, ἐς δὲ ἄκατον τὴν οἰκείαν ἐμβιβασάντων, ἐσελθεῖν μὲν ἐς τὴν ἄκατον ξὺν τοῖς νεανίαις, ἐγκελευσαμένη τῷ ἀνδρὶ λάθρα ἀλλὰ 7.38 θαρσεῖν τε καὶ μηδὲν ἐπ' αὐτῇ δεδιέναι φαῦλον· οὐ γάρ τι ξυμβήσεσθαι ἐς τὸ σῶμα αὐτῇ ὑβρισθῆναι· ἔτι δὲ τοῦ ἀνδρὸς ξὺν πένθει μεγάλῳ ἐς αὐτὴν βλέποντος ἔς τε τὴν θάλασσαν καθεῖναι τὸ σῶμα καὶ αὐτίκα μάλα ἐξ ἀνθρώπων ἀφανισθῆναι. 7.39 Τοιαῦτα μὲν ἦν τὰ τούτοις δὴ τότε τοῖς στασιώταις ἐν Βυζαντίῳ τετολμημένα. ἧσσον δὲ ταῦτα τοὺς παραπεπτωκότας ἠνία ἢ τὰ πρὸςἸουστινιανοῦ ἐς τὴν πολιτείαν ἁμαρτηθέντα, ἐπεὶ τοῖς παρὰ τῶν κακούργων πεπονθόσι τὰ χαλεπώτατα μέρος ἀφαιρεῖται τὸ πλεῖστον τῆς δι' ἀταξίας ἐμβάσης ἀνίας τὸ προσδοκᾶν ἀεὶ 7.40 τὴν πρὸς τῶν νόμων τε καὶ τῆς ἀρχῆς τίσιν. ἐν γὰρ τῷ πρὸς τὰ μέλλοντα εὐέλπιδες εἶναι ῥᾷόν τε καὶ ἀπονώτερον τὰ παρόντα σφίσι φέρουσιν ἄνθρωποι, βιαζόμενοι δὲ πρὸς τῆς τῇ πολιτείᾳ ἐφεστώσης ἀρχῆς τοῖς τε ξυμπεσοῦσιν ἔτι μᾶλλον, ὡς τὸ εἰκὸς, περιαλγοῦσι καὶ ἐς τὴν ἀπόγνωσιν τῷ ἀπροσδοκήτῳ τῆς τιμω7.41 ρίας ἐς ἀεὶ τρέπονται. ἡμάρτανε δὲ οὐχ ὅτι μόνον προσποιεῖσθαι τοὺς κακουμένους ἥκιστα ἤθελεν, ἀλλ' ὅτι προστάτης τῶν στασιωτῶν ἐκ τοῦ ἐμφανοῦς καθί7.42 στασθαι οὐδαμῆ ἀπηξίου· χρήματά τε γὰρ μεγάλα τοῖς νεανίαις τούτοις προΐετο, καὶ πολλοὺς μὲν ἀμφ' αὑτὸν εἶχε, τινὰς δὲ αὐτῶν ἔς τε τὰς ἀρχὰς καὶ τὰ ἄλλα ἀξιώματα καλεῖν ἐδικαίου. 8.1 Ταῦτα μὲν οὖν ἔν τε Βυζαντίῳ ἐπράττετο καὶ πόλει ἑκάστῃ. ὥσπερ γὰρ ἄλλο τι νόσημα ἐνθένδε ἀρξάμενον τὸ κακὸν πανταχῆ ἐπέσκηψε τῆςῬωμαίων 8.2 ἀρχῆς. βασιλεῖ δὲ τῶν πρασσομένων ἥκιστα ἔμελεν, ἐπεὶ οὐδέ τις αἴσθησις τῷ ἀνθρώπῳ ἐγένετο, καίπερ αὐτόπτῃ τῶν δρωμένων ἐν τοῖς ἱπποδρομίοις ἀεὶ γινο8.3 μένῳ. ἠλίθιός τε γὰρ ὑπερφυῶς ἦν καὶ νωθεῖ ὄνῳ ἐμφερὴς μάλιστα καὶ οἷος τῷ τὸν χαλινὸν ἕλκοντι 8.4 ἕπεσθαι, συχνά οἱ σειομένων τῶν ὤτων.Ἰουστινιανὸς ταῦτά τε ἔπρασσε καὶ ξύμπαντα τἄλλα ἐκύκα. ὅσπερ ἐπειδὴ τάχιστα ἐπελάβετο τῆς τοῦ θείου ἀρχῆς, χρήματα μὲν τὰ δημόσια εὐθὺς καταναλοῦν κόσμῳ οὐδενὶ 8.5 ἐν σπουδῇ εἶχεν ἅτε αὐτῶν κύριος γεγονώς. Οὔννων γὰρ τοῖς ἀεὶ προστυγχάνουσι πλεῖστα ἐπὶ τῇ πολιτείᾳ προΐετο· ἐξ οὗ δὴ ἐφόδοις ἀποκεῖσθαι συχναῖς ξυνέ8.6 βαινεῬωμαίων τὴν γῆν. ἀπογευσάμενοι γὰρ οἱ βάρβαροι οὗτοιῬωμαίων πλούτου μεθίεσθαι οὐκέτι ἠνείχοντο τῆς ἐνταῦθα φερούσης ὁδοῦ. 8.7 Πολλὰ δὲ ῥίπτειν καὶ ἐς θαλαττίους οἰκοδομίας τινὰς ἠξίου, βιαζόμενος τὸ τῶν κυμάτων ἐς ἀεὶ ῥόθιον. 8.8 ἐκ γὰρ τῆς ἠιόνος ταῖς τῶν λίθων ἐπιβολαῖς ἐπίπροσθεν ᾔει φιλονείκως ταῖς ἐκ τοῦ πόντου ἐπιρροαῖς ἔχων καὶ καθάπερ ἐξουσίᾳ πλούτου πρὸς τὴν 8.9 τῆς θαλάσσης ἀντιφιλοτιμούμενος δύναμιν. τάς τε τῶνῬωμαίων ἰδίας ἑκάστων οὐσίας ἐκ πάσης γῆς ἐς αὐτὸν ἤγειρε, τοῖς μὲν ὅ τι δὴ ἔγκλημα οὐχ ἁμαρτηθὲν ἐπικαλέσας, τῶν δὲ καὶ τὴν γνώμην ἅτε αὐτὸν 8.10 δεδωρημένων τερατευσάμενος. πολλοὶ δὲ φόνων τε καὶ ἄλλων ἐγκλημάτων τοιούτων ἁλόντες, εἶτα ἐξιστάμενοι αὐτῷ τῶν πάντων χρημάτων διέφυγον ὧν ἥμαρ8.11 τον μὴ δοῦναι τὴν δίκην· ἕτεροι δὲ χωρίων, οὐ δέον, τοῖς πέλας τινῶν, ἂν οὕτω τύχοι, ἀμφισβητοῦντες, ἐπεὶ καταδιαιτήσασθαι τῶν ἀντιδίκων οὐδαμῆ εἶχον τοῦ νόμου σφίσιν ἀντιστατοῦντος, οἱ δὲ τούτοις δὴ τοῖς ἀντιλεγομένοις αὐτὸν δωρησάμενοι