16
μὴ σημαίνει οὐσίαν ἀλλὰ ποιὸν ἡ ἁμαρτωλὸς φωνή, παρωνυμία ουσα ἀπὸ τῆς ἁμαρτίας, πάντα τὸν μετέχοντα ἁμαρτίας ουτως ὀνομαστέον. καταλλήλως τούτοις καὶ τὰ εθνη ἐκλήψει. ωσπερ δὲ οὐκ ων τις ἐν οὐρανῷ τοπικῶς, ετι ἐπὶ γῆς περιπατῶν, δύναται ἐκεῖ πολιτείᾳ καὶ νοήσει τυγχάνειν, ουτω μὴ διατρίβων τις ἐν ᾳδῃ τοπικῶς δύναται σημεῖα φέρειν νεκρότητος καὶ αὐτοῦ τοῦ ἁμαρτάνειν, ὡς οἰκεῖν αὐτὸν τὸν ᾳδην ηδη καίτοι οντα ἐν τῇ μετὰ σώματος ζωῇ. Πτωχὸς δὲ λέγεται καὶ ὁ πτωχεύων δι' ἁμαρτίαν, καὶ ὁ μέτριος καὶ ατυφος, καὶ ὁ χρῄζων δέξασθαι παρὰ θεοῦ· εκαστος δὲ γενητός ἐστι τοιοῦτος. κατὰ πάντας τούτους τοὺς τρόπους ὁ λεγόμενος πτωχὸς μνημονεύεται θεῷ. καν διά τι σύμφερον δόξῃ λήθης τι αὐτοῦ γίνεσθαι, οὐκ εἰς τὸ παντελὲς δὲ παραμένει αυτη, καὶ διὰ τοῦτο Οὐκ εἰς τέλος ἐπιληθήσεται. Τίνος δὲ διοίσει πτωχὸς πένητος, προϊόντες ἐροῦμεν οτ' αν καιρὸς καλέσῃ εἰπεῖν περὶ τούτων. 63 Ps 9,20 Σύ, κύριε, ὁ τοὺς ὀγκυλλομένους καὶ ἀπαυθαδιζομένους πίπτειν ποιῶν ἀπὸ τοῦ ψεκτοῦ υψους, ἀντιταττόμενος τοῖς ὑπερηφάνοις· μὴ τοίνυν κραταιούσθωσαν, ἀλλὰ Κριτήθωσαν ἐνώπιόν σου· εψεται γὰρ αὐτοῖς ὑπερβάλλουσα ὠφέλεια. ̔Ερμηνευθείη δὲ τὸ Μὴ κραταιούσθω ανθρωπος ὡς λεχθὲν περὶ διαβόλου, περὶ ου ειρηται ἐν τῇ παραβολῇ τῶν ζιζανίων ὡς οντος ἀνθρώπου ἐχθροῦ, ἀλλὰ καὶ ἐν τῇ προφητείᾳ Ουτος ὁ ανθρωπος ὁ παροξύνων τὴν γῆν. καὶ ἐπεὶ ὁ ανθρωπος ουτος ἐκραταιοῦτο πρὸ τῆς τοῦ σωτῆρος καθόδου λέγων Τὴν οἰκουμένην ολην ἀπολήψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς ᾠὰ καταλελειμμένα ἀρῶ· οὐκ εστιν ος διαφεύξεταί με η ἀντείπῃ μοι, οὐκ ἐνεγκὸν τὸ γένος τῶν ἀνθρώπων τοὺς μεθ' ὑπερηφανίας αὐτοῦ λόγους πρεσβείαν προσάγει τῷ σωτῆρι λέγον ̓Ανάστηθι, ω δέσποτα, κατάβηθι πρὸς ἡμᾶς, ινα μὴ ἐπὶ πολὺ ὁ καθ' ἡμῶν ὑπερηφανευόμενος ανθρωπος κραταιωθῇ· ανθρωπος δὲ ειρηται ὁ διάβολος οὐ τῷ θνητὸν λογικὸν ζῷον ειναι, ἀλλὰ τῷ θεότητος ἀποπεπτωκέναι ὡσαύτως ἐκείνοις πρὸς ους ὁ θεὸς ̓Εγὼ ειπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ανθρωποι ἀποθνῄσκετε. 64 Ps 9,22-23 α ̔Ο προφήτης ὡς ανθρωπος ἐρωτᾷ καὶ πυνθάνεται τοῦ θεοῦ λέγων Ινα τί, κύριε, ἀφέστηκας μακρόθεν; ειπεν δ' αν ὁ λόγος πρὸς αὐτὸν ἀποκρινόμενος οτι Τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιαν αγει τοὺς ἁμαρτάνοντας. ἀφέστηκεν δὲ τῶν ἁμαρτωλῶν μακρὰν ὁ θεός, τῆς ἁμαρτίας αὐτῆς διοριζούσης καὶ μακρὰν ἐλαυνούσης τοὺς ἁμαρτάνοντας κατὰ τὰ εἰρημένον· Αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν μεταξὺ ἐμοῦ καὶ ὑμῶν. αλλως γὰρ ὁ θεὸς ἀεὶ τοῖς πᾶσι πάρεστι καὶ τὰ πάντα πληροῖ πανταχοῦ τυγχάνων. διὸ λέλεκται ἐν προφητείαις. Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ θεὸς πόρρωθεν. θλιβομένων δὲ κατὰ τὸν ἐνεστῶτα βίον τῶν δικαίων καὶ ὑπὸ τῶν ἀσεβῶν καταπονουμένων, Ωσπερ μακρὰν ἀφεστώς, καταλείπεις αὐτούς, φησίν, ω κύριε, καὶ ὑπερορᾷς· διὸ καὶ αυξει ἡ ὑπερηφανία τῶν ἀσεβῶν, τὸν δὲ σὸν πένητα καὶ πτωχὸν ἐμπυρίζει ζηλοῦντα τὸν θεοσεβῆ ζῆλον καὶ ενδοθεν φλεγόμενον τὴν ψυχήν. 65 Ps 9,24 Καὶ μάλιστα οἱ θείου πλούτου καὶ σοφίας στερούμενοι καὶ μὴ ἀκριβεῖς οντες περὶ τὰ δόγματα τῆς εὐσεβείας· ουτοι γὰρ τοῖς τῆς σοφῆς προνοίας προσκόπτουσιν κρίμασιν ἐπαινοῦντες τὸν ἁμαρτωλὸν ἐφ' οις ἐπιθυμεῖ, φανεροῦ οντος ὡς οὐ τῶν αἱρετῶν ἀλλὰ τῶν ἡδέων καὶ ἐμπαθῶν ὀρέγεται ὁ ἁμαρτωλός. πρὸς τούτοις ἐκ τοῦ αὐτοῦ σφάλματος εὐλογίαν ἡγοῦνται τοὺς πλοῦτον καὶ δόξαν ἀνθρωπίνην καὶ πρόσκαιρον εχοντας, φάσκοντες τοὺς ἀδικοῦντας πρὸς θεοῦ εὐλογεῖσθαι· εδει δὲ τοπάσαι ὡς ἡ τοῦ θεοῦ εὐλογία δίδοται δικαίοις. 66 Ps 9,25-27 Εἰ καὶ εδοξεν μακρὰν ἀφεστάναι καὶ ὑπερορᾶν θεὸς τοὺς θλιβομένους διὰ τὸ ταράττεσθαι ὑπὸ τῆς τοῦ ἀσεβοῦς ὑπερηφανίας, ἀλλ' ουν πάνυ ἀγανακτεῖ κατὰ τοῦ ὑπερηφάνου σκανδαλίσαντος καὶ (ινα κατὰ τὴν γραφὴν ειπω) ἐμπυρίσαντος τὸν πτωχὸν καὶ διὰ τὸ κακῶς κεχρῆσθαι τοῖς ὑπάρξασιν αὐτῷ τῇ θεοῦ προνοίᾳ. τοῦτο γὰρ ἐκ τῶν ἑξῆς λέξεων παρίσταται· ειρηται γὰρ Παρώξυνε τὸν