16
δυνατοὺς, ὡς χωρὶς ἐπιταγμάτων αὐτῶν κρατεῖν. Ὁ γὰρ τοῦτο νοσῶν τὸ νόσημα, καὶ μηδενὸς κελεύοντος, αὐτομάτως ποιεῖ πάντα, ὅσαπερ ἂν οἴηται τέρπειν αὐτοῦ τοὺς κυρίους. Καὶ γὰρ ἱμάτια καλὰ περιτίθεται δι' ἐκείνους, καὶ καλλωπίζει τὴν ὄψιν, οὐχ ἑαυτῷ τοῦτο, ἀλλ' ἑτέροις ἐπιτηδεύων, καὶ ἀκολούθους περιάγει κατὰ τὴν ἀγορὰν, ἵνα θαυμάζηται παρ' ἑτέρων· καὶ πάντα ἃ ποιεῖ τῆς τῶν ἄλλων ἕνεκεν ἀρεσκείας ὑπομένει μόνης. Ἆρα γένοιτ' ἄν τι τούτου χαλεπώτερον πάθος; Ἵνα ἕτεροι θαυμάσωσιν αὐτὸν, κατακρημνίζεται συνεχῶς. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα παρὰ τοῦ Χριστοῦ, δεῖξαι πᾶσαν αὐτοῦ τὴν τυραννίδα· πλὴν καὶ ἐντεῦθεν ἔστιν αὐτὴν 59.44 συνιδεῖν. Εἰ γὰρ ἐθελήσεις ἐρωτῆσαί τινα τῶν πολιτευομένων καὶ τὰ πολυτελῆ δαπανώντων δαπανήματα, τίνος ἕνεκεν τοσοῦτον κενοῦσι χρυσίον, καὶ τί βούλεται αὐτοῖς ἡ τοσαύτη δαπάνη, οὐδὲν ἕτερον ἀκούσῃ παρ' αὐτῶν, ἀλλ' ἢ τοῦ δήμου τὴν ἀρέσκειαν. Εἰ δὲ πάλιν ἔροιο τί δήποτε ὁ δῆμός ἐστιν, ἐροῦσι, Πρᾶγμα θορύβου γέμον καὶ ταραχῶδες, καὶ ἐξ ἀνοίας τὸ πλέον συγκείμενον, ἁπλῶς φερόμενον, κατὰ τὰ τῆς θαλάττης κύματα, πολλάκις καὶ ἐκ ποικίλου καὶ μαχομένης συνιστάμενον γνώμης. Ὅταν οὖν τις τοιοῦτον ἔχῃ δεσπότην, τίνος ἐλεεινότερος οὐκ ἂν εἴη; Ἀλλὰ τὸ μὲν ἀνθρώπους βιωτικοὺς περὶ ταῦτα ἐπτοῆσθαι, οὐχ οὕτω δεινόν· καίπερ ὂν δεινόν· τὸ δὲ τοὺς τοῦ κόσμου λέγοντας ἀποπεπηδηκέναι τὰ αὐτὰ νοσεῖν, μᾶλλον δὲ χαλεπώτερα, τοῦτο μάλιστά ἐστι τὸ δεινόν. Ἐκείνοις μὲν γὰρ μέχρι χρημάτων ἡ ζημία· ἐνταῦθα δὲ μέχρι ψυχῆς ὁ κίνδυνος. Ὅταν γὰρ διὰ δόξαν πίστιν ἀμείβωσιν ὀρθὴν, καὶ ἵνα αὐτοὶ δοξάζωνται, τὸν Θεὸν ἀτιμάζωσι, τίνα ὑπερβολὴν οὐκ ἂν ἔχοι βλακείας καὶ μανίας τὸ γινόμενον; εἰπέ μοι. Τὰ μὲν οὖν ἄλλα πάθη, κἂν πολλὴν τὴν βλάβην ἔχῃ, φέρει γοῦν τινα καὶ ἡδονὴν, εἰ καὶ πρόσκαιρον καὶ βραχεῖαν. Καὶ γὰρ ὁ φιλοχρήματος, καὶ ὁ φίλοινος, καὶ ὁ φιλογύνης, ἔχουσί τινα μετὰ τῆς βλάβης καὶ ἡδονὴν, εἰ καὶ βραχεῖαν· οἱ δὲ τοῦ πάθους αἰχμάλωτοι τούτου, διαπαντὸς κατάπικρον ζῶσι βίον καὶ ἡδονῆς ἀπεστερημένον. Οὐ γὰρ ἐπιτυγχάνουσιν οὗ σφόδρα ἐρῶσι, δόξης λέγω τῆς παρὰ τῶν πολλῶν· ἀλλὰ δοκοῦσι μὲν ἀπολαύειν αὐτῆς, οὐκ ἀπολαύουσι δὲ, διὰ τὸ μηδὲ εἶναι δόξαν τὸ πρᾶγμα. ∆ιὰ τοῦτο οὐδὲ δόξα, ἀλλὰ κενὸν δόξης πρᾶγμα εἴρηται τὸ πάθος· κενοδοξίαν δὲ αὐτὸ καὶ οἱ παλαιοὶ πάντες εἰκότως ἐκάλεσαν. ∆ιάκενος γάρ ἐστιν, ἔνδον οὐδὲν ἔχουσα λαμπρὸν καὶ ἐπίδοξον. Ἀλλ' ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδον ἐστί· διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα εἷλε τὸν αὐτῶν· οὕτω, μᾶλλον δὲ ἀθλιώτερον, καὶ ἡ παρὰ τῶν πολλῶν δόξα, τὸ δυσκαταγώνιστον τοῦτο καὶ τυραννικὸν πάθος ἡμῖν ἐσχημάτισεν. Ὄψιν γὰρ ἔχει μόνην λαμπρὰν, τὰ δὲ ἔνδον αὐτῆς οὐκ ἔτι κενὰ μόνον, ἀλλὰ καὶ ἀτιμίας ἀνάμεστα, καὶ ὠμῆς γέμει τῆς τυραννίδος. Πόθεν οὖν τίκτεται τοῦτο τὸ πάθος, οὕτως ἄλογον ὂν, καὶ ἡδονὴν οὐκ ἔχον, φησί; Πόθεν; Οὐχ ἑτέρωθεν, ἀλλ' ἢ ἀπὸ ψυχῆς ταπεινῆς καὶ εὐτελοῦς. Οὐ γὰρ ἔστι τὸν ὑπὸ δόξης ἁλόντα, μέγα τι καὶ νεανικὸν ἐννοῆσαι ταχέως· ἀλλ' αἰσχρὸν αὐτὸν εἶναι δεῖ, καὶ εὐτελῆ, καὶ ἄτιμον, καὶ μικρόν. Ὁ γὰρ δι' ἀρετὴν μὲν μηδὲν ποιῶν, ἵνα δὲ ἀνδράσιν ἀρέσκῃ μηδενὸς ἀξίοις λόγου, καὶ πανταχοῦ τὴν ἐκείνων ψῆφον τιθέμενος τὴν ἐσφαλμένην καὶ πλανωμένην, πῶς ἂν ἄξιος εἴη τινός; Σκόπει δέ. Εἴ τις αὐτὸν ἔροιτο· Σὺ δὲ τί νομίζεις εἶναι τοὺς πολλούς; εὔδηλον ὅτι ῥᾳθύμους καὶ ἠμελημένους ἐρεῖ. Τί δέ; ἕλοιο ἂν γενέσθαι κατ' ἐκείνους; Εἴ τις αὐτὸν ἔροιτο πάλιν, οὐκ ἄν μοι δοκεῖ θελῆσαι γενέσθαι. Πῶς οὖν οὐκ ἔσχατος γέλως, τὴν τούτων δό 59.45 ξαν θηρεύειν, ὧν οὐκ ἂν ἕλοιο γενέσθαι παραπλήσιός ποτε; ʹ. Εἰ δὲ λέγοις, ὅτι πολλοὶ καὶ συνεστηκότες τινές εἰσι, διὰ τοῦτο μάλιστα αὐτῶν καταφρονεῖν ἐχρῆν. Εἰ γὰρ καθ' ἑαυτοὺς ὄντες εἰσὶν εὐκαταφρόνητοι, ὅταν πολλοὶ γένωνται, μειζόνως τοῦτο συμβήσεται. Ἡ γὰρ τῶν καθ' ἕκαστον ἄνοια, συλλεγέντων ὁμοῦ, μείζων ὑπὸ τοῦ πλήθους αὐξηθεῖσα γίνεται. ∆ιὸ καὶ καθ' ἕνα μὲν αὐτῶν εἰ λάβοι, ποτὲ ἄν τις καὶ διορθώσειεν· ὁμοῦ δὲ ὄντας,