16
τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, καὶ τῶν φω στήρων ποιεῖται τὴν μνήμην, ἃ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένετο, καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν. Αἱ γὰρ αὐτῆς ἀλλοιώ σεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι. Τοῦ γὰρ μηνὸς τὸ μέτρον αὕτη ποιεῖ, ἐν τοσαύταις ἡμέραις αὔ ξουσά τε καὶ φθίνουσα. Σελήνην δὲ ἐνταῦθα τὴν τῶν Ἰου δαίων λέγει συναγωγὴν, ἥντινα μέχρι καιρῶν νόμου καὶ τῶν προφητῶν ἔθετο· ἥλιον δὲ τὸν Χριστόν· οὕτω γὰρ αὐτὸν καὶ Μαλαχίας ἔλεγεν· Ἀνατελεῖ ὑμῖν τοῖς φο βουμένοις τὸ ὄνομα Κυρίου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, ὅστις ἔγνω τὴν ἑαυτοῦ δύσιν. Τὸν γὰρ καιρὸν, καθ' ὃν ἔδει τὸ πάθος οἰκονομῆ σαι, ἐγίνωσκεν· ὥστε πρὶν ἐλθεῖν τοῦτον, ἔλεγεν, Οὔπω ἥκει ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώμενος, ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ὁδεύων, οὕτω ποιεῖ τὴν ἡμέραν φαινόμενος, καὶ τὴν νύκτα κρυπτόμε νος, καὶ τὸν αὑτοῦ δρόμον τρέχει, καὶ τὰ μέτρα φυλάτ τει. Ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ἀναγκαία καὶ ταύτης χρεία, καὶ τῇ μὲν τοῦ φωτὸς ὑποχωρήσει συν ισταμένη, ἀνάπαυλαν δὲ τοῖς ἀνθρώποις παρεχομένη. Σαφῶς δὲ τὸν σταυροῦ λέγει καιρόν. Τότε γὰρ σκότος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης ἐγένετο, ὅπερ εἰς ὁλόκλη ρον νύκτα ἕνεκα τοῦ τριημέρου τῆς ἀναστάσεως παρεί ληπται μυστηρίου. Ἐν αὐτῇ διελεύσεται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζη τῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς.
εʹ. Ἡ γὰρ νὺξ τοῖς μὲν ἀνθρώποις ἀνάπαυλαν πραγμα τεύεται, ἄδειαν δὲ τοῖς θηρίοις παρέχει, ὥστε τὰς πεινώσας ἐμπλῆσαι γαστέρας. Τὸ δὲ, Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς, ἀντὶ τοῦ, καὶ τούτοις ἡ θεία πρόνοια παρέχει τὴν χρείαν. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖν, λογικῶν· τὸ δὲ ζητεῖν, καὶ τῶν ἀλόγων. Ἀλλ' ὅμως καὶ τούτοις ὁ Θεὸς τὴν ἀναγκαίαν παρέχει τροφήν. Θηρία δὲ τοῦ δρυμοῦ καὶ σκύμνους τοὺς δαίμονάς φη σιν, οἵτινες ἐν τῷ καιρῷ τοῦ ∆εσποτικοῦ σταυροῦ ὠρύοντο, νομίζοντες τότε θήρας ἔχειν καιρόν. Ἔβλεπον γὰρ Ἰούδαν προδεδωκότα, τὸν Πέτρον ἀρνούμενον, τοὺς λοιποὺς ἀποστόλους σκορπισθέντας. Ὠρύοντο τοίνυν ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· πρότερον ἁρπά σαι· οὐκ ἐπιτυχόντες δὲ τῆς ἁρπαγῆς, ζητῆσαι. Οὐδὲ γὰρ ὀκνοῦσι παρὰ τοῦ Θεοῦ ὑπὸ ἀναιδείας τοὺς δικαίους ἐξαιτεῖν εἰς πειρατήρια. Ἢ οὐχὶ τὸν Ἰὼβ ἐξῄτησεν ὁ διάβολος; Ἐξῄτησε δὲ καὶ τοὺς ἀποστόλους παρὰ Χρι στοῦ, ὥστε τὸν Κύριον λέγειν· Σίμων, Σίμων, ποσάκις ἐξῄτησεν ὁ Σατανᾶς σινιάσαι σε, ὡς τὸν σῖτον; Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἡλίου ἀνίσχον τος τὰ μὲν εἰς τὰς οἰκείας καταδύσεις χωρεῖ· οἱ δὲ ἄνθρωποι τὸν πρὸ τῆς χθὲς ἡμέρας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐπὶ τοῖς ἔργοις διημερεύουσιν. Ἀνα 55.651 στάντος γὰρ τοῦ Χριστοῦ ὑπεχώρησαν. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ Συνήχθησαν, Ὑποχωρήσουσιν ἔγραψε. Ποῦ δὲ ὑπεχώρησαν; Εἰς τὰς ἑαυτῶν μάνδρας, ἔνθα κοιτά ζονται ἑρπετῶν δίκην φωλεύοντες. Ἐξελεύσεται ἄν θρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Εἰκότως· ἐπειδὴ τὸ θαῤῥεῖν τοῖς ὄντως ἀνθρώποις δέδωκεν ἡ τοῦ Χριστοῦ ἀνάστασις, καὶ προέτρεψε μέχρις ἑσπέρας, δηλαδὴ τῆς τοῦ βίου συντελείας, τὸ οἰκεῖον ἔργον ἐργάζεσθαι, τουτέστι τὴν ἀρετήν. Ταύτην γὰρ ἡμῖν ὁ Θεὸς εἰς ἐργασίαν ἔθετο. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Ἕκαστον τῶν εἰρημένων λογισάμενος ὁ προ φήτης, καὶ τὴν πολλὴν τοῦ Θεοῦ κηδεμονίαν καταμα θὼν, ἐν μέσῳ τῆς διηγήσεως τὸν ὕμνον ἀνέπεμψε, θαυ μαστὰ καὶ λίαν ἀξιάγαστα καὶ σοφίας μεστὰ φήσας εἶναι πάντα τοῦ Θεοῦ τὰ ποιήματα. Εὗρε γὰρ καὶ τὴν ὑπό τινων δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρη σιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέ