1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

16

ἀπηλλάσσοντο, αὐτοὶ μὲν χάριτι ἀζημίῳ κερδάναντες τὸ γνώριμοι γεγονέναι τῷ ἀνδρὶ τούτῳ, τρόπῳ δὲ παρανομωτάτῳ καταδικάσασθαι τῶν ἀντιδίκων ἰσχύσαντες. 8.12 Οὐκ ἄπο δὲ καιροῦ ἡγοῦμαι εἶναι καὶ τὸ εἶδος τούτου δὴ τοῦ ἀνθρώπου σημῆναι. τὸ μὲν οὖν σῶμα οὔτε μακρὸς οὔτε κολοβὸς ἄγαν, ἀλλὰ μέτριος ἦν, οὐ μέντοι ἰσχνὸς, ἀλλὰ κατὰ βραχὺ εὔσαρκος, τὴν δὲ δὴ ὄψιν στρογγύλος τε καὶ οὐκ ἄμορφος· ἐπυρρία γὰρ 8.13 καὶ δυοῖν ἡμέραιν ἀπόσιτος ὤν. ὅπως δὲ ἅπαν αὐτοῦ τὸ εἶδος συλλήβδην σημήνω, ∆ομετιανῷ τῷ Οὐεσπασιανοῦ παιδὶ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμφερέστερος ἦν, οὗπερῬωμαῖοι τῆς κακοτροπίας ἐς τοσόνδε ἀπώναντο ὥστε οὐδὲ κρεουργήσαντες ὅλον ἐκλῦσαι τὴν ἐς αὐτὸν ὀργὴν ἔγνωσαν, ἀλλὰ δόγμα ἐγεγόνει τῆς συγκλήτου βουλῆς μηδὲ ὄνομα τοῦ βασιλέως τούτου ἐν γράμμασιν 8.14 εἶναι μηδ' εἰκόνα ἡντιναοῦν αὐτοῦ διασώζεσθαι. τό τε γοῦν ὄνομα τοῦτο πανταχόσε ἐπὶ τῶν τῆςῬώμης γραμμάτων καὶ εἴ που ἄλλῃ τοῦτο γεγράφθαι ξυνέβη ἐκκεκολαμμένον ἰδεῖν μεταξὺ τῶν ἄλλων πάρεστι μόνον, καί τις αὐτοῦ εἰκὼν οὐδαμῆ φαίνεται οὖσα τῆςῬωμαίων ἀρχῆς, ὅτι μὴ χαλκῆ μία ἐξ αἰτίας τοιᾶσδε. 8.15 ἦν τῷ ∆ομετιανῷ γυνὴ ἐλευθέριος καὶ ἄλλως κοσμία, καὶ οὔτε αὐτὴ κακόν τι οὐδένα εἰργάσατο πώποτε τῶν πάντων ἀνθρώπων, οὔτε τις αὐτῇ τῶν τοῦ ἀνδρὸς 8.16 πράξεων ἤρεσκε. διόπερ αὐτὴν ἄγαν ἀγαπωμένην ἡ βουλὴ τότε μεταπεμψαμένη αἰτεῖσθαι ὅ τι ἂν αὐτῇ 8.17 βουλομένῃ εἴη ἐκέλευεν. ἡ δὲ τοῦτο μόνον ἱκέτευε, τό τε ∆ομετιανοῦ σῶμα λαβοῦσα θάψαι καὶ μίαν αὐτῷ 8.18 ἀναθεῖναι εἰκόνα χαλκῆν, ὅποι ἂν ἐθέλοι. καὶ ἡ μὲν βουλὴ ξυνεχώρει ταῦτα· ἡ δὲ γυνὴ τῆς ἀπανθρωπίας τῶν τὸν ἄνδρα κρεουργησάντων ἀπολεῖψαι βουλομένη 8.19 μνημεῖα τῷ ὄπισθεν χρόνῳ ἐπενόει τάδε. τὰ ∆ομετιανοῦ ξυλλεξαμένη κρέα, ξυνθεῖσά τε αὐτὰ ἐς τὸ ἀκριβὲς καὶ ἐναρμοσαμένη ἐς ἄλληλα κατέρραψε μὲν τὸ σῶμα ὅλον, τοῖς δὲ πλάσταις ἐνδειξαμένη ἐν εἰκόνι χαλκῇ 8.20 τὸ πάθος ἀπομιμεῖσθαι τοῦτο ἐκέλευεν. οἱ μὲν οὖν τεχνῖται τὴν εἰκόνα εὐθὺς ἐποίουν. λαβοῦσα δὲ ἡ γυνὴ ἔστησεν ἐπὶ τῆς ἐς τὸ Καπιτώλιον φερούσης ἀνόδου ἐν δεξιᾷ ἐκ τῆς ἀγορᾶς ἐνταῦθα ἰόντι, εἶδός τε τὸ ∆ομετιανοῦ καὶ τὸ πάθος δηλοῦσαν ἐς τόδε τοῦ 8.21 χρόνου. εἰκάσειεν ἄν τις τό τε ἄλλοἸουστινιανοῦ σῶμα καὶ τὴν ὄψιν αὐτὴν καὶ τὰ τοῦ προσώπου ἅπαντα ἤθη ἐν ταύτῃ τῇ εἰκόνι διαφανῶς εἶναι. 8.22 Τὸ μὲν οὖν εἶδος τοιοῦτός τις ἦν· τὸν δὲ τρόπον ἐς μὲν τὸ ἀκριβὲς οὐκ ἂν φράσαιμι. ἦν γὰρ οὗτος ἀνὴρ κακοῦργός τε καὶ εὐπαράγωγος, ὃν δὴ μωροκακοήθη καλοῦσιν, οὔτε αὐτὸς ἀληθιζόμενος τοῖς ἐντυγχάνουσιν, ἀλλὰ νῷ δολερῷ ἅπαντα ἐς ἀεὶ καὶ λέγων καὶ πράττων, καὶ τοῖς ἐξαπατᾶν ἐθέλουσιν ἀποκείμενος 8.23 οὐδενὶ πόνῳ. καί τις ἀήθης κρᾶσις ἐν αὐτῷ ἐπεφύκει ἔκ τε ἀνοίας καὶ κακοτροπίας ξυγκεκραμένη. καὶ τάχα τοῦτο ἦν ὅπερ ἐν τοῖς ἄνω χρόνοις τῶν τις ἐκ τοῦ περιπάτου φιλοσόφων ἀπεφθέγξατο, ὡς καὶ τὰ ἐναντιώτατα ἐν ἀνθρώπου φύσει ξυμβαίνει εἶναι, ὥσπερ 8.24 ἐν τῶν χρωμάτων τῇ μίξει. γράφω μέντοι ὧν μοι ἐφικέσθαι οὐ δυνατὸν γέγονεν. ἦν τοίνυν ὁ βασιλεὺς οὗτος εἴρων, δολερὸς, κατάπλαστος, σκότιος ὀργὴν, διπλοῦς, ἄνθρωπος δεινὸς, ὑποκρίνασθαι γνώμην τελεώτατος, καὶ δάκρυα οὐχ ὑφ' ἡδονῆς τινος ἢ πάθους ἐκφέρων, ἀλλὰ τεχνάζων ἐπὶ καιροῦ κατὰ τὸ τῆς χρείας παρὸν, ψευδόμενος ἐς ἀεὶ, οὐκ εἰκῆ μέντοι, ἀλλὰ καὶ γράμματα καὶ ὅρκους δεινοτάτους ἐπὶ τοῖς ξυγκειμένοις πεποιημένος, καὶ ταῦτα πρὸς τοὺς κατηκόους τοὺς αὑ8.25 τοῦ. ἀνεχώρει δὲ τῶν τε ὡμολογημένων καὶ ὀμωμοσμένων εὐθὺς, ὥσπερ τῶν ἀνδραπόδων τὰ χείριστα, δέει τῶν ἐγκειμένων σφίσι βασάνων διώμοτα εἰς τὴν 8.26 ὁμολογίαν ἠγμένα. φίλος ἀβέβαιος, ἐχθρὸς ἄσπονδος, φόνων τε καὶ χρημάτων διάπυρος ἐραστὴς, δύσερίς τε καὶ νεωτεροποιὸς μάλιστα, ἐς μὲν τὰ κακὰ εὐπαράγωγος, ἐς δὲ τὰ ἀγαθὰ οὐδεμιᾷ ξυμβουλῇ ἥκων, ἐπινοῆσαι μὲν τὰ φαῦλα καὶ ἐπιτελέσαι ὀξὺς, τῶν δὲ δὴ ἀγαθῶν καὶ αὐτήν που τὴν ἀκοὴν ἁλμυρὰν εἶναι οἰόμενος. 8.27 πῶς ἄν τις τῶνἸουστινιανοῦ τρόπων ἐφικέσθαι τῷ λόγῳ δυνατὸς εἴη; ταῦτά τε καὶ πολλὰ ἔτι μείζω κακὰ οὐ κατὰ