1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

17

κύριον ὁ ἁμαρτωλός. ουτος δ' ἐστὶν ὁ ὑπερηφανευόμενος ἀσεβὴς καὶ ἐπὶ ταῖς ἐπιθυμίαις ἑαυτοῦ ἐπαινούμενος. εἰς τοσοῦτον δὲ παρώξυνεν τὸν κύριον ὡς ἐπιτεταμένην τὴν ὀργὴν γενέσθαι, ην αὐτὸς ἑαυτῷ ἐθησαύρισεν κατὰ τὸ λεχθὲν Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Πλὴν εἰ καὶ πολλὴ ἡ θησαυρισθεῖσα ὑπ' αὐτοῦ ὀργή, ἀλλά γε οὐκ εσται κατὰ τὸ πλῆθος καὶ μέγεθος αὐτῆς ἐκζήτησις ἐν ἡμέρᾳ κρίσεως δι' ἀγαθότητα τοῦ κρίνοντος θεοῦ. εἰ γὰρ ἐκζήτησις κατὰ τὸ πλῆθος τῆς ὀργῆς ἐγίνετο, αρδην ἀπώλλυντο καὶ παρ' αὐτὰ οἱ κακοί. τοῦτ' αὐτὸ θεωρήσαντες τῷ ἀγαθότητα ἐνδεικνυμένῳ φασὶν ̓Εὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; Πρόφασις δὲ τοῦ παροξύναι τὸν ἁμαρτωλὸν τὸν κύριόν ἐστιν τὸ μὴ πρὸ ὀφθαλμῶν καὶ ἐνώπιον αὐτὸν εχειν, ἐπείπερ ἀπεστράφη θεόν. πᾶς γὰρ ἁμαρτάνων τοῦτο πράττει· διό φησιν ὁ θεὸς περὶ παντὸς τοιούτου Εστρεψαν ἐπ' ἐμὲ νῶτα αὐτῶν καὶ οὐχὶ πρόσωπα. ταύτης τῆς ἀσεβείας ὁ Κάϊν πατὴρ γεγονὼς ̓Εξῆλθεν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἀποστραφεὶς αὐτὸν δηλονότι. Εἰ περὶ ἀνθρώπων ἁμαρτωλῶν λέγεται ταῦτα, πολλῷ μᾶλλον καὶ περὶ διαβόλου παροξύναντος τὸν θεὸν καὶ οὐκ εχοντος αὐτὸν ἐνώπιον αὐτοῦ. μάλιστα γὰρ αἱ ἑπόμεναι λέξεις περὶ αὐτοῦ λέγονται· Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. τίνος γὰρ ἀνθρώπου Βεβηλοῦνται αἱ ὁδοὶ ἐν παντὶ καιρῷ, τῶν ἀσεβῶν καθηκόντως πολλὰ πολλάκις ἐπιτελούντων; βαδίζει δὲ βεβήλως οὐκ εἰς μόνας πράξεις ἐπιλήπτους αγων τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπρονοησίαν ὁρίζων. πολλοὺς γοῦν επεισεν ἀπροστασίαστον τὸν κόσμον δογματίσαι, πρότερον αὐτὸς ἐκπεσὼν τῆς ὀρθῆς περὶ διοικήσεως θεοῦ καὶ κρίσεως γνώμης. παρίσταται τοῦτο ἐκ τοῦ λεγομένου τῷ θεῷ περὶ αὐτοῦ ̓Ανταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει, οὐχ ὡς πάντως τοῦτο σχήσοντος, ἀλλὰ διὰ τὸ αὐτὸν τοῦτο προτεθεῖσθαι· ψεῦδος γὰρ τὸ κύριον αὐτὸν Πάντων τῶν ἐχθρῶν αὐτοῦ ειναι η γενήσεσθαι. μάλιστα γὰρ ἐχθροὶ αὐτοῦ εἰσιν οἱ ἐν ἁγιότητι τέλειοι ων οὐδενὸς βασιλεύει. μόνων δὲ τῶν ποιούντων τὴν ἁμαρτίαν κατακυριεύει· ειρηται γὰρ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. ὁ δὲ δοῦλος τῆς ἁμαρτίας κατακυριεύεται ὑπὸ τοῦ διαβόλου τοῦ ἐνεργήσαντος ἐν αὐτῷ τὴν ἁμαρτίαν. Κατὰ δὲ τὸ ἀκόρεστον τῆς κακίας αὐτοῦ ἐστιν τὸ ἑξῆς ἐπιφερόμενον· Ειπεν γάρ, φησίν, Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ανευ κακοῦ. δηλοῖ τὸ ῥῆμα τῆς ἀλαζονείας αὐτοῦ θράσος ὁμοῦ καὶ ἀναισχυντίαν. Ταύτῃ τῇ φωνῇ ἐπιστήσας τις ἑρμηνεύσει περὶ μόνων τῶν ἀνθρώπων ἐχθρῶν αὐτοῦ γεναμένων εἰρῆσθαι Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. εἰ γὰρ ἀπὸ γενεᾶς εἰς γενεὰν ειπεν ἐν τῇ καρδίᾳ ανευ κακοῦ μηδεπώποτε κεκλονῆσθαι, φανερὸν ὡς περὶ τῶν κατὰ διαδοχὴν ἐχόντων τὸ ειναι μόνων ἀνθρώπων ειρηται. πλὴν οὐδὲ τοῦτο πάντως ἀληθές· τῶν γὰρ ἁγίων πατριαρχῶν καὶ προφητῶν καὶ ἀποστόλων οὐκ ἐκυρίευσεν· μᾶλλον γὰρ αὐτοὶ αὐτὸν ὑπὸ πόδας εσχον τοῦ ̓Ιησοῦ τὴν ἐξουσίαν ταύτην ὀρέξαντος. 67Ps 9,28 ̔Ο τῆς ἁγιότητος αὐτοῦ ἐκπεσών, τῆς ἀληθείας καὶ εὐλογίας πόρρω ἑαυτὸν ἀπαγαγών, τὸ στόμα πλῆρες εχει ἀρᾶς δι' ων λέγει πειρώμενος ὑπὸ κόλασιν καὶ ἀρὰν ποιεῖν τοὺς ἀπατωμένους. εχει δὲ αὐτοῦ ὁ λόγος σὺν τῷ δολερῷ πολλὴν δεινότητα· διὸ σὺν τῇ ἀρᾷ καὶ πικρίας καὶ δόλου ὁ λόγος αὐτοῦ πλήρης ἐστίν, στόμα αὐτοῦ καλούμενος. καὶ ἐπεὶ τούτων εκαστον ἐπὶ τὸ βλάψαι καὶ ἀπολέσαι προφέρει ὑπὸ τὴν γλῶσσαν αὐτοῦ, αὐτὴ δὲ ὁ λόγος ὁ δολερός ἐστιν, πόνος καὶ κόπος ὑπάρχει· οὐδὲν γὰρ προσηνὲς η χρηστόν, ἀλλ' ει τι κόπον καὶ πόνον ἐμποιῶν προφέρει. 68Ps 9,29-32 ∆ιὰ πάντων βλαπτικὸς καὶ ἀπωλείας προθέμενος ειναι αιτιος, ἐπιλέγεται δοκοῦντας ειναι πλουσίους ἐν λόγῳ (ψευδώνυμον γνῶσιν εχοντας) ἀνθρώπους, καὶ σὺν αὐτοῖς καθεζόμενος κεκρυμμένως ἐπὶ τῷ λανθάνειν τίς ἐστιν ἐνεδρεύειν πειρᾶται, ινα ἀθῷον